[ ]
Aeol. — Temnos (Gürece, Nemrud Kalesi) — 2nd c. BC — DAW 53,2.1908.95,202
1 | [ἐπὶ πρυτάν]ιος Βίωνος τοῦ |
[․․․․․․․]ου, μηνὸς [Θ]ασίου | |
[τοῦ πρ(?)]ώτου, καὶ ἀρχόντ[ων] | |
[τῶν με]τὰ Ἡγήτορ[α Μ]ητρᾶ [καὶ] | |
5 | [․․․․․]ο[ν Π]απᾶ, γ[νώ]μη Λύσ[ι]- |
[δος, Ἑ]ρμώνακτος, [Θε]υδώρου, | |
[Ἀρισ]τοδίκου· ἐπειδὴ Μενεκρά- | |
[της] Ἀττάλου Σαρδιανὸς ἀνὴρ | |
[καλ]ὸς κἀγαθός ἐστι καὶ εὔνους | |
10 | [ὢν] διατελεῖ τῶι δήμωι, ἀγαθῆι [τύ]- |
[χη]ι· δεδόχθαι τῆι βουλῆι καὶ τῶ[ι] | |
[δή]μωι δεδόσθαι Μενεκράτηι | |
[πο]λειτήαν {²⁶πολιτείαν}²⁶ [κ]αὶ γῆς καὶ οἰκίας ἔγ- | |
[κτ]ησιν [κ]αὶ τῶν λοιπῶν με[τουσί]- | |
15 | [αν κ]αθάπερ καὶ τοῖς ἄλλοις πολ[εί]- |
[ταις· κλ]ηρῶσαι δὲ αὐτὸν καὶ ἐπὶ [φυ]- | |
[λήν· τὰς δὲ] δωρεὰς ταύτας εἶν[αι] | |
[κυρίας εἰς ἀεὶ α]ὐτῶι καὶ ἐγγόν[οις]. |