[ ] Gal., N. — Pessinous (Ballıhisar) — Sivrihisar — 159-156? 157-156? BC (re-inscr. 1st c. AD) — SbMünchen 1860.199,C — *Welles 245,61 — OGIS 315,C(IV); IGR 3.222+1465
1 [βασιλεὺς Ἄτταλος Ἄττιδι ἱερεῖ χαίρ]ε̣[ι]ν· [εἰ ἔρρωσαι, ἔχοι]
ἂν ὡς ἐγὼ βούλομαι· ὑγίαινον δὲ καὶ αὐτός. ἐλθόντων ἡμῶν
εἰς Πέργαμον καὶ συναγαγόντος μου οὐ μόνον Ἀθήναιον
καὶ Σώσανδρον καὶ Μηνογένην, ἀλλὰ καὶ ἑτέρους πλείο-
5 νας τῶν ἀναγκαίων καὶ προτιθέντος περὶ ὧν ἐν Ἀπαμείαι ἐ-
βουλευόμεθα, λέγοντ[ό]ς τε περὶ ὧν ἔδοξεν ἡμῖν, πολλοὶ μὲν
ὑπεραγόντως ἐγίνοντο λόγοι, καὶ τὸ πρῶτον πάντες κατέρρε-
πον ἐπὶ τὴν αὐτὴν ἡμῖν γνώμην, Χλῶρος δ’ εὐτονώτατος ἦν
τὰ Ῥωμαϊκὰ προτείνων καὶ οὐθενὶ τρόπωι συμβουλεύων οὐ-
10 θέν ἄνευ ’κείνων πράσσειν. ὧι τὸ μὲν πρῶτον ὀλίοι {²⁶ὀλίγοι}²⁶ μετεῖ-
χον, μετὰ δε ταῦτα ἐν ἄλλαις καὶ ἄλλαις ἡμέραις ἀεὶ δι-
ασκοποῦσιν ἥπτετο μᾶλλον ἡμῶν, καὶ τὸ προπεσεῖν ἄ-
νευ ’κείνων μέγαν ἐδόκει κίνδυνον ἔχειν· καὶ γὰρ ἐπιτυ-
χοῦσιν φθόνον καὶ ἀφαίρεσιν καὶ ὑφοψίαν μοχθηράν, ἣν
15 καὶ περὶ τοῦ ἀδελφοῦ ἔσχοσαν, καὶ ἀποτυχοῦσιν ἄρσιν
πρόδηλον. οὐ γὰρ ἐπιστραφήσεσθ’ ἐκείνους, ἀλλ’ ἡδέως ὄψεσ-
θαι, ὅτι ἄνευ ἑαυτῶν τηλικαῦτ’ ἐκινούμεθα. νῦν δέ, ἂν καὶ —— ὃ
μὴ γίνοιτ’ —— ἐλασσωθῶμεν ἔν τισιν, μετὰ τῆς ἐκείνων
γνώμης ἕκαστα πεπραχότας βοηθείας τεύξεσθαι καὶ ἀ-
20 ναμαχεῖσθαι μετὰ τῆς τῶν θεῶν εὐνοίας. ἔκρινον οὖν εἰς
μέν τ[ὴ]ν Ῥώμην ἀεὶ πέμπειν τοὺς συνεχῶς ἀναγγελοῦν-
[τας] τ[ὰ δισ]τ[α]ζόμενα, αὐτοὺς δὲ παρασκευάζεσθα[ι]
[ἡμᾶς ἐπιμελῶς, ὡς εἰ δέοι βοηθήσ]οντας ἑαυτο[ῖς ․․․․]
— — —
Search Help
Contact Us