[ ] Gal., N. — Pessinous (Ballıhisar) — Sivrihisar — 163-156 BC (re-inscr. 1st c. AD) — SbMünchen 1860.198,B [2] — *Welles 243,58 — OGIS 315,B(IV)
1 Ἄτταλος Ἄττ[ι]δι ἱερεῖ χαίρειν· εἰ ἔρρω-
σαι, εὖ ἂν ἔχοι· κἀγὼ δὲ ὑγίαινον. Μηνόδω-
ρος, ὃν ἀπεστάλκεις, τήν τε παρὰ σοῦ
ἐπιστολὴν ἀπέδωκέμ μοι, οὖσαν ἐκτε-
5 νῆ καὶ φιλικήν, καὶ αὐτὸς ὑπὲρ ὧν ἔφη-
σεν ἔχειν τὰς ἐντολὰς διὰ πλειόνων
ἀπελογίσατο. ἀποδεξάμενος οὖν τὴν
παρὰ σοῦ αἵρεσιν διά τὸ θεωρεῖν ἐμ παντὶ
καιρῶι σε πρόθυμον ὄντα πρὸς τὰ ἡμέτερα
10 πράγματα καὶ αὐτὸς τούτωι ἅπερ ἐνόμιζον
ἀναγκαῖον εἰδέναι σε κεκοινολογήμενος εἴρη-
κα ἀναγγέλλειν.  {²vac.}²   ἔρρωσο.
Search Help
Contact Us