[ ]
Gal., N. — Ankyra (Ankara) — 177/8 AD — IGR 3.155 (I)
I.1 | Διὶ Ἡλίῳ Μεγάλῳ Σαράπιδι καὶ τοῖς συν- |
νάοις θεοῖς τοὺς Σωτῆρας Διοσκούρ- | |
ους ὑπὲρ τῆς τῶν Αὐτοκρατόρων σωτη- | |
ρίας καὶ νείκης καὶ αἰωνίου διαμονῆς Μ. | |
5 | Αὐρηλίου Ἀντωνείνου καὶ Μ. Αὐρη- |
λίου Κομόδου καὶ τοῦ σύμπαντος | |
αὐτῶν οἴκου καὶ ὑπὲρ βουλῆς καὶ | |
δήμου τῆς μητροπόλεως Ἀγκύρας | |
Ἀπολλώνιος Ἀπολλωνίου. | |
10 | |
II.1 | [Ἀλεξανδρεὺς τῆς μεγάλης] |
[Ἀλεξανδρείας ὁ καὶ Ἀγκυρανὸς] | |
[νεωκόρος τοῦ Μεγάλου Σαράπιδος ἀ]- | |
III.4 | νέστη[σεν ἐκ τῶν ἰδίων ἀφιερ]- |
5 | οῦντος καὶ ἡγουμένου τῆς [ἐ]- |
παρχείας Τίτου Λικιννίου Μου- | |
κιανοῦ τοῦ Σωτῆρος, ἐπὶ ἱερέω[ς] | |
Κλ(αυδίου) Τερτύλλου. |