[ ] Gal., N. — Ankyra (Ankara) — aft. 117 AD — IGR 3.208
1 τὴν ἐκ βασιλέων
Λατεινίαν Κλεοπά-
τραν, θυγατέρα Λατει-
νίου Ἀλεξάνδρου, βʹ
5 ἀρχιερέ[ως] σεβαστοφάν-
του ἀλείψ̣αντος ἐκ τῶν ἰδίων
λαμπρότατα [τῶ]ν̣ πρὸ αὐτοῦ
δι’ ὅλου τοῦ ἔτους, ἐπὶ <τ>ῇ τοῦ μεγίστου
Αὐτοκράτορος Καίσαρος Τραιανοῦ
10 Ἁδριανοῦ Σεβαστοῦ παρόδῳ καὶ τῶν
ἱερῶν αὐτοῦ στρατευμάτων δόντος
διανομὰς τῇ πόλει ἄρξαντος ὁμοῦ
καὶ εἰρηναρχήσαντος ἁγνῶς καὶ ἐπι-
στήμως, παιδείᾳ καὶ λόγῳ κοσμοῦν-
15 τος τὴν μητρόπολιν· αἱ δώδεκα φυλαὶ
ἡρωίδα, φυλαρχούντων Κ(λαυδίου) Ἀκύλου,
Ἀκύλου Δέκμου, Κλειτάρχου Βώκον̣τος,
Ζήνων(ος) Ἀρ̣[τ]έμωνος, Αἰλίου Μάγνου,
Ἰ(ουλίου) Χρησίμου, Ἰ(ουλίου) Ἀπολλοφάνους, {²vac.}²
20 Οὐάλεντος. Γαίου, Δηιοτάρου Σαρ․․․νος,
Κ(λαυδίου) Μαξίμου, Ἡρακλέωνος Βάσσου,
Φιλωνίδου Οὐίλλωνος.
Search Help