[ ]
Gal., S. — Kuyulusebil
1 | σῆμα τόδ’ ἀθρήσας εἴση τίνα τύν- |
βος ἐρύκι Φωτίου τέκος ἐσ- | |
θλὸν ἀρίσζηλον Διομήδην, | |
ὃς πάτρην ἀκάχησε θανὼν, πλῖσ- | |
5 | δον δὲ τοκεῦσιν λίπε γόον πο- |
λύδακρυν. ἐπὶ πολὺ φίλτατος | |
ἦεν ἁγνὸς ἀπιρόγαμος Χρισ- | |
τοῦ φίλος, ὃν θεὸς αὐτὸς ἥρπα- | |
σε πρὶν κακίη κόσμου φρένας ἐξα- | |
10 | πάτησε θήσιν ἀθάνατον καὶ ἀγήρα- |
ον ἐν Παραδίσσῳ. σῆμα δέ οἱ τό- | |
δ’ ἔτευξε πατὴρ μεγάλα στενα- | |
χίζων σὴν χε<ρ>έεσσιν ἑοῖσι φίλῃ | |
κεδνῇ τ’ ἀλόχοιο τίτλῳ οὔνομ’ ἔθη- | |
15 | κε· τὸ γὰρ γέρας ἐστι θανόντων. |
τοῦ γὰρ τὸ ☩ γένος Αὐρ. καὶ | |
ἔνεισιν. |