[ ] Mys./Lyd. — Stratonikeia (Siledik) — 127 AD — BCH 11.1887.108 — IGR 4.1156; Oliver 79-81
1 Αὐτοκράτωρ Καῖσαρ θεοῦ Τραιαν[οῦ]
Παρθικοῦ υἱὸς, θεοῦ Νέρουα υἱωνὸ[ς],
Τραιανὸς Ἁδριανὸς Σεβαστὸς ἀρχ̣[ιε]-
ρεὺς μέγιστος, δημαρχικῆς ἐξο[υσί]-
5 ας τὸ ιαʹ, ὕπατος τὸ γʹ, Ἁδριανοπ̣[ο]-
λ̣ειτῶν Στρατονεικέων τοῖς ἄρχο[υ]-
σι καὶ τῆι βουλῆι καὶ τῶι δήμωι χαίρει].
δίκαια ἀξιοῦν μοι δοκεῖτε καὶ ἀναγκαῖα ἄ[ρ]-
τι γεινομένῃ πόλει. τά τε οὖν τέλη τὰ ἐ[κ]
10 τῆς χώρας δίδωμι ὑμεῖν καὶ τὴν οἰκίαν Τι[β].
Κλαυδίου Σωκ̣ράτους τὴν οὖσαν ἐν τῇ π[ό]-
λει ἢ ἐπισκευαζέτω Σωκράτης ἢ ἀποδό[σ]-
θω τινὶ τῶν ἐπιχωρίων ὡς μὴ χρόνῳ καὶ
ἀ̣μελίαι καταριφθείη. ταῦτα ἐπέστειλα καὶ [τῶι]
15 [κ]ρατίστωι ἀνθυπάτωι Στερτινίωι Κουάρ[τωι]
καὶ τῶι ἐπιτρόπωι μου Πομπηίωι Σεουή[ρωι].
ἐπρέσβευσεν Κλ. Κάνδιδος ὧι τὸ ἐφόδι[ον]
δοθήτω εἰ μὴ προῖκα ὑπέσχηται.
εὐτυχεῖτε. καλανδαῖς Μαρτίαις ἀπὸ [Ῥώ]-
20 μ̣ης. Κλ. Κάνδιδος ἀπέδωκα τὴν ἐπισ[το]-
[λ]ὴν Λολλίῳ Ῥουστικῷ ἄρχοντι τῇ πρὸ αʹ ἰδ[ῶν]
       Μαίων ἐν τῇ ἐκκλησίαι.
II.23 Αὐτοκράτωρ Καῖσαρ, θεοῦ Τραιανοῦ Παρθ[ι]-
κοῦ υἱὸς, θεοῦ Νέρουα υἱωνὸς, Τραιανὸς
25 Ἁδριανὸς Σεβαστὸς, ἀρχιερεὺς μέγιστος, δη-
μαρχικῆς ἐξουσίας τὸ ιαʹ, ὕπατος τὸ γʹ
Ἁδριανοπολιτῶν Στρατονικέων τοῖς ἄρχο[υ]-
σι καὶ τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν.
τοῖς ἐπισταλεῖσιν ὑφ’ ὑμῶν ἐντυχὼν ἔ-
30 [μαθ]ον ὅτι χάριν ἠπίστασθε Ἀουιδίῳ Κυ[ιή]-
τ̣ωι τῶι κρατίστωι ὡς εὖ ποιήσαντι ὑμᾶς
[κ]ατὰ τὸν τῆς ἀνθυ[π]ατείας χρόνον.
[ἐπρέ]σβευεν [Κ]λ. Κάνδιδος Ἰουλιανός.
[εὐ]τυχεῖτε. [πρὸ γʹ] ἰδῶν Φεβρουαρίων,
35 [ἀπὸ Ῥώ]μης. [Κλ. Κ]άνδιδος Ἰουλιανὸς
[ἀπ]έδω[κ]α τὴν ἐπιστολὴν Λολλίωι Ῥουσ[τι]-
κῷ ἄρχοντι τ[ῇ] πρὸ αʹ ἰδῶν Μαίων ἐν
         τῆ[ι] ἐκκλησία[ι].
III.39 [Α]ὐτοκράτωρ Καῖσαρ, θε[ο]ῦ Τραιανοῦ Παρθι-
40 κοῦ υἱὸς, θεοῦ Νέρουα υἱωνὸς, Τραιανὸς Ἁ-
[δ]ριανὸς Σεβαστὸς, ἀρχιερεὺς μέγιστος, δη-
[μ]αρχικῆς ἐξου[σί]ας τ[ὸ] ιαʹ, ὕπατος τὸ γʹ,
[Ἁδ]ριανοπολιτῶν Στρατονικέων τοῖς ἄρχου-
[σ]ι̣ καὶ τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν.
45 [ἐ]νέτυχον τῶι ψηφίσματι ὑμῶν δι’ οὗ Κλαυ-
[δί]ωι Κανδίδωι Ἰουλιανῶι χάριν ἠπίστασ-
[θε] ὡς φιλοτίμωι περὶ τὴν πόλιν. ἐπρεσβευ-
[σε]ν̣ Ἀπολλώνιος Φιλίππου. εὐτυχεῖτε.
[πρ]ὸ γʹ ἰδῶν Φεβρουαρίων ἀπὸ Ῥώμης.
50 [Ἀ]πολλώνιος Φιλί[π]που ἀπέδωκα τὴν ἐπι[σ]-
τολὴ̣ν̣ Λολλίωι Ῥουστικῶι ἄρχοντι τῆι πρ(ὸ) αʹ
ἰδῶν Μ̣αίων ἐν τῆι ἐκκλησίᾳ.
ἐπιμελ̣ηθ̣έντων Γ̣. Ἰουλ. Ἱππιανοῦ καὶ
Λολλίου [Ῥ]ο[υ]στικοῦ καὶ Γαίου Ἐπιλε-
55 ․․Λ̣․ΚΤΟΥ.
Search Help
Contact Us