[ ] Pont. — Euchaïta (Beyözü / Avkat) — Köprüalan / Gürcü — 5th c. AD
1             ☩ ἐπιστολὴ <Α>ὐγάρου πρὸς τὸν σωτῆρα θεόν.
  ☩ Αὔγ<α>ρος Οὐχάμα τ<⁴ο{υ}>⁴πάρχης {²⁶τοπάρχης}²⁶ Ἰ(ησο)ῦ σωτῆρι ἀγαθῷ ἀναφανέντι ἐν πόλι Ἰεροσολύμων χαίρε̣[ιν
ἤκουστέ μοι τὰ περὶ σοῦ καὶ τῶν σῶν ἰαμάτων ὡς ἄνευ φαρμάκων καὶ βοτανῶν
ὑπὸ σοῦ γινομένων, λόγῳ τυφλοὺς ἀναβλέπιν ποιεῖς, χωλοὺς περιπατῖν,
5 καὶ λεπροὺς καθαρίζις καὶ ἀκάθαρτα [π]νεύματα καὶ δέμονας ἐκβάλλις καὶ τοὺς
ἐν μα[κ]ρονοσίᾳ βασανιζομένους θ[ερ]απε[ύ]ε[ις] καὶ νεκροὺς ἐγείρις. καὶ ταῦτα
πάντα ἀκούσας περὶ σοῦ κατὰ νοῦν ἐθέμην τὸ ἕτερον τῶν δύο, ἢ ὅτι
σὺ εἶ <ὁ> θεὸς καὶ καταβὰς ἀ̣πὸ τοῦ οὐρανοῦ ποιεῖς ταῦτα ἢ υἱὸς εἶ τοῦ
θεοῦ ποι̣ῶν ταῦτα. διὰ̣ [τοῦ]το τοίνυν γράψας ἐδεήθην σου σκυλῆναι
10 πρός με καὶ τὸ πάθος ὃ̣ ἔ̣[χω θερα]πεῦσε· καὶ γὰρ ἤκουσα ὅτι καὶ οἱ Ἰουδε͂οι
καταγογγούζουσείν σου κ[αὶ διώ(?)]κουσείν σε, βουλόμενοί σε ἀποκτῖναι· πόλι[ς]
δέ μοι μικροτάτη ἐστὶν καὶ [σεμνή, ἥ τις] ἐξαρκεῖ τοῖς ἀμφοτέροις. ☩ ἀντιγρ(αφὴ) τοῦ Ϲ(ωτῆ)ρ(ο)ς.
☩ μακάριος εἶ ὅτι ἐπίστευσασ[έν ἐμοὶ μὴ ἑο]ρακώς με· γέγρ̣απ̣τε γ̣ὰρ περὶ ἐμοῦ ὅτι οἱ ἑο-
ρακότες με οὐ μὴ πιστεύσωσε[ίν μοι ἵνα οἱ] μὴ ἑορακόταις αὐτοὶ πιστεύσωσειν καὶ ζήσοντε.
15 περὶ δὲ οὗ ἔγραψάς μοι ἐλθῖν πρὸς σέ, δέ̣[ο]ν ἐσ[τὶ]ν πάντα δι’ ἃ ἀπεστάλην ἐνταῦθα πληρῶσαι
καὶ μετὰ τὸ πληρῶσαι οὕτως ἀναληφθῆναι πρὸς τὸν ἀποστίλαντά με, ἐπειδὰν δὲ ἀναλη-
φθῶ ἀποστέλλω σοι τινὰ τῶν μαθητῶν μου ὃς ἰάσηταί σου τὸ [πά]θος καὶ ζωὴν αἰώνιο̣ν
καὶ εἰρήνην καὶ σοὶ καὶ τοῖς σὺν σοὶ χαρίσηται καὶ τῇ πόλι σου πρὸς τῷ {²⁷τ<ὸ>?}²⁷ μηδένα τῶν
ἐ<χ>θ[ρ]ῶν σου κατακυριεῦσαι αὐτῆς· ἀμήν. ☩
Search Help