[ ] Pont. — Amaseia (Amasya) — Rom. Imp. period
A.1 πέτρην τήνδ’ ἐκόλαψε χάριν μνήμης ἔτι ζ[ω]ός
 Ῥοῦφος, ἐὼν προπάτωρ τῆς ἰδίης γενεῆς.
B.3 ἐν νομικῇ προὔχοντα Κλεόμβροτον ἥρπασε Μοῖρα,
  πρῶτα συνεζόμενον βήματι Β[ει]θυνικῷ·
5 ὀστέα δ’ εἰς πάτρην ὁ πατὴρ ἠνέ[γκ]ατο Ῥοῦφος
  καὶ κατέθηκ’ ἔνδο[ν], ἔνθαπε[ρ ο]ἱ πρόγονοι·
C.7 ἡρῴῳ δ’ ἐνὶ τῷδε καὶ ἄλλοι φίλτατοι κεῖνται,
  τιμήεις Χρόνιος υἱὸς τε Πολυχρόνιος.
Search Help
Contact Us