[ ] Pont. — Neokaisareia (Niksar) — 2nd half 2nd c. AD — Moraux, Impréc.fun. (1959)
1 πρὸς θεῶν καὶ ἡρῴων τῶν τε σεαυτοῦ πατέρων, ὅστις ὢν τυγχάνεις
ὁ τὸν χῶρον τοῦτον νῦν τε ἔχων καὶ ὅστις ἔπειτα ἕξεις καὶ πᾶς ὁ δεῦρο ἰών,
μή ποτε λυμήνῃ τοῦδε τοῦ σήματος ἢ τῇ δωμήσει τῶν λίθων ἢ τ̣ῶς χώματι
τοῖς τε κίοσιν καὶ τοῖς ἐπ’ αὐτῶν ἀνδριᾶσιν· ὅστις δὲ ἢ σῶμα κεινήσειέ τι
5 τῶν ἐν αὐτῶι κειμένων ἢ καθέλοι τι συνχέας ἢ συνθραύσας ἢ ἀποκρούσας
τοῦ μνήματος ἢ ἐκκολάψας τι τῶν ἐπιγραμμάτων, τούτωι μὴ πατρὶς οἰκοῖτο,
μὴ γῆ καρπὸν ἐκφέροι, μὴ πλέοιτο θάλασσα, μὴ γυναῖκες τίκτοιεν κατὰ φύσιν,
κακὸς δὲ κακῶς ἀπόλοιτο πᾶς τε αὐτὸς πρόριζος καὶ παῖδες παίδων καὶ γένος {²pampinus}²
καὶ ὄνομα καὶ οἴκου ἑστία καὶ τάφοι πατέρων, μετιόντων αὐτὸν καὶ ἐλαυνόντων
10 Ἡλίου τε τοῦ πάντα ἐφορῶντος καὶ Διὸς Ὀλυμπίου, Πλούτωνός τε καὶ τῆς {²pampinus}²
Δήμητρος Κόρης, τῶν τε Ἀρτέμιδος Ἑκάτης κυνῶν Ἐρινύων τε {²pampinus}²
καὶ Δαείρας καὶ Ἑρμοῦ Χθονίου καὶ Ἀρᾶς τῆς πρεσβυτάτης δαιμόνων,
ὁπόσοις τε ἄλλοις θεῶν ἐπιμέλειά τε καὶ φροντὶς ψυχῶν ἀγαθῶν· {²pampinus}²
καὶ ἐπὶ πρώτωι δὲ καὶ ἐπὶ πρώτοις ἡ αὐτὴ ἀρὰ ὅστις ἢ ἑτέρωι προστάξ̣ειεν
15 ἢ γνώμης ἄρξειεν ἢ γνώμηι συμβάλοιτο ἢ χερσὶν ὑ#⁸⁰πουργήσειεν
κεινηθῆναί τι τούτων ἢ καθαιρεθῆναι· τῶι δὲ κατὰ χώραν φυλάττοντι
καὶ τιμῶντι τὰ νενομισμένα καὶ αὔξοντι, πολλὰ καὶ ἀγαθὰ εἶναι τούτωι
καὶ αὐτῶι καὶ πατρίδι καὶ οἴκωι καὶ τῆι ἔπειτα μνήμηι καὶ ἐκγόνοις.
Search Help
Contact Us