[ ]
Pont. — Sebastopolis (Sulusaray) — mid-2nd c. AD — CRAI 1892.33,6 [IGR III.115] — ZPE 87.1991.200,12
1 | Μ. Ἀντώνιον Σεργία Ῥοῦφον ἀπό τε τῶν πρ[ο]- |
γόνων διασημότατον κα[ὶ] ἀπὸ τῶν ἰδίων αὐτοῦ | |
φιλοτειμιῶν λαμπρότατον, πάσας μὲν λειτουρ- | |
γίας διεξελθόντα, ἐν πάσαις δὲ φιλοτειμίαι[ς] | |
5 | εὐδοκιμήσαντα, ἄρξαντα καὶ θιασαρχήσαν- |
τα πολλάκις, ἀγορανομήσαντα πλεονάκις, | |
πονταρχήσαντα ἐν τῇ μητροπόλει τοῦ Πό[ν]- | |
του Νεοκαισαρείᾳ, πολλὰ μὲν καὶ μεγά- | |
λα ἔργα κατασκευασάμενον δι’ ἐπιμε- | |
10 | λείας, πολὺ δὲ πλείονα ἀπὸ τῶν ἑαυτ[οῦ], |
πρῶτον μὲν ἀνοίξαντα τὸ γυμνάσιον, ἀρ- | |
χιερασάμενον δὲ διὰ βίου τῷ θειοτάτῳ | |
Αὐτοκράτορι Ἁδριανῷ μετὰ τῆς διασημο- | |
τάτης [γ]υναικὸς αὐτοῦ Ἀντωνίας Στρατ[ο]- | |
15 | νείκης, κυνηγέσια καὶ μονομαχίας |
διαφερούσας παρεσχημένον, ἐπιμελη- | |
θέντα δὲ καὶ τοῦ μετὰ τὴν τελευτὴν ἑαυ- | |
τοῦ χρόνου καὶ θέας ἐτησίους καὶ φιλοτει- | |
μίας δαψιλεῖς διὰ βίου καταλιπόντα, | |
20 | καί, ὃ μέγιστόν ἐστιν, διάδοχον καὶ τοῦ γένο[υ]ς |
καὶ τῶν φιλοτειμιῶν τὴν ἑαυτοῦ θυγατέρα | |
Ἀντωνίαν Μαξίμαν παρασχόμενον καὶ | |
ὁμώνυμον θυγατριδοῦν ἐξ ἀνδρὸς πρω- | |
τεύοντος ἐν τῇ μητροπόλει Ἀμασείᾳ καὶ | |
25 | παρ’ ἡμεῖν Κορνηλιανοῦ Καπίτωνος |
καὶ ζῶντα πολλάκις ἡ Σεβαστοπολειτῶν | |
πόλις καὶ τελευτήσαντα ἐτείμησεν τῇ τῶν | |
ἀνδριάντων κατὰ φυλὴν ἀναθέσει· ἀνέ- | |
θηκεν δὲ τοὺς ἀνδριάντας ἀπὸ τ[ῶ]ν ἑα[υ]- | |
30 | τῆς ἡ θυγάτηρ αὐτοῦ Ἀντωνία Μαξίμα. |