[ ]
Paphl. — Amastris (Amasra) — Meğre, nr. Gökgöz — 209 AD — SbBerlin 1888.886,61 — BCH 13.1889.312,20 — IGR 3.90 + 1435, OGIS 531
| 1 | ἀγα[θῆι τύ]χηι· v θεῷ [π]ατρῴῳ Διὶ Βονιτηνῷ |
| Μᾶρ[κος] Αὐρήλιος Ἀλέξανδρος Γαίου τοῦ | |
| καὶ Ἀρειπίου τοῦ προστάτου καὶ γενεάρχου | |
| ἐκ προγόνων καὶ κτίστου τῶν ἱερῶν τόπων | |
| 5 | καὶ τροφέως ἀσυνκρίτου καὶ πρώτου ἄρχοντος |
| καταρξαμένου τῶν θεμελίων τοῦ ναοῦ | |
| ὁ γενεάρχης καὶ προστάτης καὶ κτίστης καὶ τρο- | |
| φεὺς καὶ ἀρχιερεὺς τοῦ Πόντου, ἄρξας τὴν μεγί- | |
| στην ἀρχὴν τῆς λαμπροτάτης Ἀμαστριανῶν | |
| 10 | πόλεως, Βειθυνιάρχης καὶ Ποντάρχης τειμη- |
| θεὶς ὑπὸ θεοῦ Ἀντωνείνου, πάσαις ταῖς τῆς | |
| πολειτείας τειμαῖς διαπρέψας, κατασκευάσας | |
| τὸν ναὸν μετὰ παντὸς τοῦ κόσμου {²vac.}² | |
| ἀφιέρωσεν {²vac.}² ἐν τῷ θοσʹ ἔτει. {²vac.}² |