[ ] Car. — Aphrodisias — 161-169 AD — LBW 1620ab; MAMA VIII 421
i,a.1 [ἔδοξ]ε̣ τῇ ἱερᾷ ξυστικ[ῇ ? περιπολιστικῇ συνόδῳ τῶν περὶ τὸν]
[Ἡρα]κλέα καὶ τὸν ἀγώ[νιον καὶ αὐτοκράτορας Μ(ᾶρκον) Αὐρ(ήλιον) Ἀντ]-
[ω]ν̣εῖνον stop καὶ stop  Λ(ούκιον) stop Αὐ[ρ(ήλιον) Οὐῆρον]
[ἀ]πὸ τῆς οἰκουμέ[νης ἱερονεικῶν στεφανειτῶν ? ἐν Ἀντιοχείᾳ]
5 Καισαρείᾳ stop  Κο[λωνείᾳ e.g. ἐπὶ τὸν ἀγῶνα]
ταλαντια̣ῖ̣[ον· ․․․                         ․․․]
[․․․]Α [εἰσηγ]η̣σαμένου Τ.Αἰ̣λ̣[ί]ου Μ[․]
[․․․]ΚΑ[․․․․․․․ π]αλαιστοῦ παραδόξο[υ]
[ἐπεὶ] Αἴλιος Αὐρήλιος Μένανδρος
10 παράδοξος καὶ διὰ βίου ξυστάρχης
τῶν ἐν κολωνείᾳ Ἀντιοχείᾳ ἀγώνων
ἀθλήσας ἐνδόξως καὶ ἐπιμελῶς ἐπὶ το-
σοῦτον δόξης προέβη ὡς πρῶτον μὲν
[ἀ]νελέσθαι εὐτυχῶς τοσούτους ἀγῶ-
15 [ν]ας καὶ δοξάσαι καθ’ ἕκαστον ἀγῶνα τὴν
[λ]αμπροτάτην πατρίδα αὐτοῦ κηρυγμα-
[σ]ιν καὶ στεφάνοις, μάλιστα δὲ καὶ ἐπὶ
[θ]εοῦ Ἀντωνείνου, ὡς οὐ μόνον στε[φαν]-
[ω]θῆναι ταῖς ἐκείνου χειρσὶν, ἀλλὰ καὶ
20 [τει]μ̣αις ἐξαιρέτοις τειμηθῆναι, μεταξὺ
[δὲ γ]ενόμενος ξυστάρχης τοσαύτῃ προ-
ν̣οίᾳ καὶ ἐπιμελείᾳ μετὰ σπουδῆς ἁπά-
σης κήδεται τῶν ἡμεῖν διαφερόν-
των τὰ κάλλιστα καὶ ἄριστα πολειτευ-
25 όμενος ἐν ἡμεῖν· καὶ διὰ ταῦτα καὶ ἄλλο-
τε μέν πολλάκις καὶ τὰ νῦν ἐπαινοῦν-
[τ]ες τὸν ἄνδρα καὶ μαρτυροῦντες αὐτῷ
ψηφίσματα τοῖς κυρίοις Αὐτοκράτορ-
[σ]ιν πεπόμφαμεν ἡγούμενοι μεγίσ-
30 [τ]ας καὶ ἀνταξίας ἀμοιβὰς αὐτῷ γενεσ-
[θ]αι ἀντὶ τῆς περὶ ἡμᾶς εὐνοίας καὶ ὅτι δα-
[π]ανήμασιν ἱκανοῖς καὶ κόπῳ πολλῷ περι-
εγένετο καὶ διεπράξατο ἀχθῆναι τὸν ἔναγ-
χ̣ος ἀγῶνα παρὰ τοῖς Ἀντιοχεῦσιν ὡς νομί-
35 ζειν ἡμᾶς οἰκόθεν παρ’ αὐτοῦ ἀνῃρῆσθαι
τὰ θέματα·  διὰ ταῦτα δεδόχθαι τύχῃ ἀγαθῇ
εὐχαριστῆσαι τῷ Μενάνδρῳ ἐπί τε τῆς ἱερω-
τάτης βουλῆς καὶ τοῦ λαμπροτάτου δήμου
Ἀφροδεισιέων περὶ τῶν προηγορευμένων,
40 τειμῆσαί τε αὐτὸν ἀνδριάντων ἀναστάσει καὶ
εἰκόνων ἀναθέσει ἐν τῷ ἐπισημοτάτῳ
τῆς πατρίδος τόπῳ, ἐπιγραφησομένων
τῶν τειμῶν τῇ προγραφῇ τοῦδε τοῦ ψη-
φίσματος πρὸς τὸ ἀιδίους ὑπάρξαι αὐ-
45 τῷ τὰς παρ’ ἡμῶν τειμάς leaf
46a      vacat
47 ἔστιν δὲ καὶ πολείτης πόλεων τῶν ὑπο-
γεγραμμένων  stop   Περγαμηνῶν, Ἀντιοχέ-
ων Καισαρέων Κολωνῶν καὶ βουλευτὴς
50 Θηβαίων καὶ βουλευτὴς stop Ἀπολλωνιατῶν
Λυκίων Θρακῶν καὶ βουλευτὴς  stop  Μειλη-
σίων stop Πεσσινουντίων  stop  Κλαυδιοπολειτῶν·
ἐπιμεληθέντος τῶν τειμῶν Ζήνωνος
τοῦ Ἀπολλωνίου τοῦ Μενάνδρου τοῦ
scroll  ἀδελφοῦ αὐτοῦ  scroll
55
ii,b [? e.g. ἡ βουλὴ καὶ ὁ δῆμος]
1 ἐτείμησαν τα[ῖς καλλίσταις]
καὶ μεγίσταις τ[ειμαῖς ․․․․․]
Αἴλιον stop Αὐρήλιον [stop Μένανδρον]
ἀθλήσαντα ἐνδόξως [καὶ ἐπιμελῶς, πλει]-
5 στονείκην stop πανκρατια̣[στὴν παρά]-
δοξον ξυστάρχην stop γ[ένους πρώ]-
του καὶ ἐνδόξου stop πρῶ[τον καὶ μό]-
νον τῶν stop ἀπ’ αἰῶνος stop ἀγ[ωνισάμε]-
νον stop τριετίᾳ τὰς τρεῖς κρίσ[εις, παῖδα]
10 ἀγένειον stop ἄνδρα stop καὶ νεική[σαντα]
ἱεροὺς stop καὶ ταλαντιαίους stop κ[αὶ πλείσ]-
τους ἄλλους ἀγῶνας    vacat
Νέαν πόλιν Σεβαστὰ παίδων Κλαυ-
διανῶν πανκράτιν stop Νέμεια παίδων
15 πανκράτιν stop Ἴσθμια ἀγενείων πανκρά-
τιν stop  Ἔφεσον Βαλβιλληα ἀγενείων
πανκράτιν stop ἱερὰν Πέργαμον κοινὸν
Ἀσίας ἀνδρῶν πανκράτιν stop Ἔφεσον
Βαλβιλληα ἀνδρῶν πανκράτιν stop  Σμυρ-
20 ναν κοινὸν Ἀσίας ἀνδρῶν πανκράτιν stop
ἑβδόμῃ Παναθηναίδι Παναθήναια
ἀνδρῶν πανκράτιν πρῶτον stop  Ἀφροδει-
σιέων stop  Νέμεια ἀνδρῶν πανκράτιν
καὶ τὰ stop ἑξῆς Νέμεια ἀνδρῶν πανκρά-
25 τιν stop  ἱερὰν Ὀλύμπεια ἐν Ἀθήναις ἀν-
δρῶν πανκράτιν πρῶτον Ἀφροδεισι-
έων stop  Πύθια ἀνδρῶν πανκράτιν
Ῥώμην Καπετώλεια Ὀλύμπια stop  ἀν-
δρῶν πανκράτιν πρῶτον Ἀφροδεισι-
30 #⁹⁰¹έων leaf
{²=scroll}²
ii,c.31 [․․․  c.22           ․․․]ΕΝ
[․․․  c.21           ․․․]ΟΝ ἀ-
[νδρῶν πανκράτιν πρῶτον Ἀφ]ροδει-
[σιέων ․․․ c.15      κοι]νὸν Ἀσί-
35 [ας ἀνδρῶν πανκράτι]ν̣ Μιτυλή-
[νην ἀνδρῶν παν]κράτιν stop Ἀδρα-
[μύττιον ἀνδρῶ]ν πανκράτιν stop
[․․․ c.8 ․․․ ἀνδ]ρῶν πανκράτιν
[․․․ c.8 ․․․] ἀνδρῶν πανκράτιν
40 [․․․ c.7 ․․․]Α ἀνδρῶν πανκράτιν
[? Νεικομήδ]ειαν ἀνδρῶν παν-
[κράτιν stop ] Νεικέαν ἀνδρῶν παν-
[κράτ]ιν stop Προυσιάδα ἀνδρῶν
[πα]νκράτιν stop Κλαυδιόπολιν stop βʹ
45 [ἀ]ν̣δρῶν πανκράτιν Ἀνκύραν
τ̣ῆς Γαλατίας ἀνδρῶν πανκρά-
τιν stop  Πεσσινοῦντα ἀνδρῶν
πανκράτιν stop  Δαμασκὸν stop βʹ stop ἀν-
δρῶν πανκράτιν stop  Βηρυτὸν ἀν-
50 δρῶν πανκράτιν stop Τύρον ἀν-
δρῶν πανκράτιν stop  Καισαρείαν
τῆς Στράτωνος ἀνδρῶν παν-
κράτιν stop Νέαν πόλιν τῆς Σαμαρι-
ας ἀνδρῶν πανκράτιν stop Σκυ-
55 θόπολιν stop  ἀνδρῶν πανκράτιν
Γάζαν ἀνδρῶν πανκράτιν stop  Και-
σάρειαν Πανιάδα stop βʹ stop ἀνδρῶν παν-
κράτιν stop  Ἱερόπολιν ἀνδρῶν stop παν-
κράτιν  stop  Ἀναζαρβὸν ἀνδρῶν παν-
60 κράτιν  stop  Μοψουεστίαν ἀνδρῶν
πανκράτιν  stop  Τρίπολιν τῆς Συρίας
ἀνδρῶν πανκράτιν  stop  Φιλαδέλφει-
αν τῆς Ἀραβίας  stop  ἀνδρῶν πανκρά-
τιν  stop  Ζεῦγμα πρὸς τῷ Εὐφράτ
65 ἀνδρῶν πανκράτιν  stop  Κιβύραν
vacat  ἀνδρῶν πανκράτιν  vacat
Search Help
Contact Us