[ ] Lyd., N.W. — Thyateira (Akhisar) — 166-169/180 AD — IGRR 4.1272
1 ἡ φ̣[ιλοσ]έ̣βαστος καὶ
εὐδοκιμωτάτη{ι} Θυατει-
ρηνῶν βουλὴ ἐτίμησεν
ἐκ τῶν ἑαυτῆς πόρων Οὔλ-
5 πιον Αὐγουστιανὸν τὸν καὶ
Πάριν, ὀρχηστὴν Ἀντιοχέα
καὶ Τραπεζούντιον ἔνδο-
ξον ἐπί τε ἤθους σεμνότη-
τι καὶ τρόπου ἐπεικείᾳ ἐπαι-
10 νούμενον, ἐπιδημήσαντα
τῇ πόλει καὶ συνκοσμήσαν-
τα διὰ τῆς τραγικῆς ἐνρύ-
θμου κεινήσεως ἐπιτετελεσ-
μένας ὑπὲρ εὐσεβείας τῶν
15 μεγίστων καὶ ἀνεικήτων
αὐτοκρατόρων ἐπινεικί-
       ους
ἑορτὰς ἐπὶ γραμματέως τῆς
συνόδου βʹ Μά. Ἰουλίου Ἀλεξάν-
20           δρου.
Search Help