[ ]
Lyd., N.W. — Thyateira (Akhisar)
1 | ἀγαθῆι τύχηι. |
ἡ βουλὴ καὶ ὁ δῆμος | |
ἐτείμησαν | |
Οὐλπίαν Μαρκέλλαν | |
5 | τὴν ἱέρειαν τῆς Ἀρτέ- |
μιδος, Μάρκου Οὐλπίου | |
Δαμᾶ παραδόξου | |
καὶ Κανιδίας Βάσσης | |
θυγατέρα, ἐπιτελέ- | |
10 | σασαν τὰ τῆς θεοῦ |
μυστήρια καὶ τὰς θυ- | |
σίας λαμπρῶς καὶ | |
πολυδαπάνως. | |
ἀναστησάντων τὴν τει- | |
15 | μὴν Ἀνδρονείκου τοῦ Ἀν- |
δρονείκου καὶ Στρατονεί- | |
κης τῆς Μηνογένους | |
τῶν θρεψάντων | |
ἐκ τῶν ἰδίων. |