[ ] Lyd., N.W. — Thyateira (Akhisar)
1 ἡ βουλὴ καὶ ὁ δῆμος ἐτεί-
μησεν Μενέλαον Ἀπολ-
λωνίου ἥρωα φιλότειμον
γενόμενον περὶ τὴν πα-
5 τρίδα, πατέρα Ἰουλίων Ἀκυ-
λιανοῦ καὶ Κελσιανοῦ δὶς
στεφανηφόρων καὶ δὶς πρυ-
τάνεων καὶ ἀγωνοθετῶν
Τυρίμνου τῆς πρώτης ἀχθε<ί>-
10 σης πανηγύρεως, Μάρκου
Ἰουλίου Ἀττικιανοῦ τοῦ θεί-
ου αὐτῶν ἐκ τῶν ἰδίων τὰ εἰς
τὰς φιλοδοξίας αὐτῶν ἀνα-
  λώματα ποιήσαντος.
Search Help
Contact Us