[ ]
Lyd., N.W. — Thyateira (Akhisar) — Medar-Ovaköy — IGRR 4.1238
| 1 | ἀγαθῆι τύχηι. |
| ἡ κρατίστη καὶ φιλοσέβαστος τῆς λαμ- | |
| προτάτης καὶ διασημοτάτης καὶ ἱερᾶς | |
| τοῦ προπάτορος θεοῦ Ἡλίου Πυθίου | |
| 5 | Τυριμναίου Ἀπόλλωνος Θυατειρηνῶν |
| πόλεως βουλὴ ἐτίμησεν Τιβ. Κλ. Μηνογέ- | |
| νην Καικιλιανὸν τὸν ἐκ πατέρων διὰ βίου | |
| ἱερέα τοῦ Καθηγεμόνος Διονύσου καὶ ἀρχιε- | |
| ρέα τῆς Ἀσίας καὶ τῆς πατρίδος κατὰ τὸ αὐτὸ | |
| 10 | [κ]αὶ ἀγωνοθέτην υἱὸν Κλ. Σωκράτους Σακερ- |
| [δ]ωτιανοῦ ἀγωνοθέτου καὶ στεφανηφόρου | |
| [κ]αὶ δὶς πρυτάνεως καὶ ἀρχιερέως καὶ ἱερέως | |
| τοῦ Διονύσου καὶ Ἰουλ. Μηνογενίδος τῆς ἀνα- | |
| θείσης τοὺς ξυστοὺς τῆι πατρίδι ἀγωνοθέτι- | |
| 15 | δος καὶ στεφανηφόρου καὶ πρυτάνεως, θυγα- |
| τρὸς τῆς πόλεως, φύσει δὲ Μηνογένους ἀγω- | |
| νοθέτου καὶ στεφανηφόρου καὶ πρυτάνεως, | |
| ἔκγονον Κλ. Σωκράτους καὶ Ἀντωνίας Καικι- | |
| λίας τῶν ἀρχιερέων τῆς Ἀσίας καὶ ἀγωνοθε- | |
| 20 | τῶν καὶ στεφανηφόρων καὶ πρυτάνεων, |
| ἄνδρα ἤθους ἕνεκα καὶ παιδείας καὶ ἀρετῆς τε | |
| πάσης ἐν τοῖς πρώτοις τῆς Ἀσίας καταριθμού- | |
| μενον ἔν τε πρεσβείαις καὶ χορηγίαις καὶ | |
| ἔργων κατασκευαῖς καὶ πάσαις φιλοτιμίαις | |
| 25 | καὶ πᾶσι καιροῖς τοῖς ἐπείγουσιν ἐπιδεικνύ- |
| μενον τήν τε εἰς ἑαυτὴν καὶ τὴν πατρίδα | |
| ❦ εὔνοιαν. ❦ |