[ ] Lyd., N.E. — Ioulia Gordos (Gördes)
1 [δ]αίμων ἣρπασεν ἐκ μελάθρω[ν]
με πατρὸς καὶ μητρὸς ἄωρον. | ο[ἰ]-
[κ]ονόμον πάσης πόλεως βουλῆ[ς]
<τ>ε μεγίστης | Φάϊνον τείμησε πα-
5 τρὶς τὸν <ἄριστον> ἐόντα, | καὶ μήτηρ Βασιλί-
α | τὸ καταθύμιον τέκνον καὶ Ἑρ̣-
μιόνη ἡ σύνβιος τὸν ἑαυτῆς ἄνδρ[α]
τὸν καταθύμιον μνείας χάριν καὶ Ἑρμι-
νη μου ποθητή. Φάεινόν σε ν̣έον
10 τείμησε πάτρως Στρατόνεικος, |
Κ̣αλλιγένεια καὶ Πραξιτέλης ἄν-
χιστα γένους μου· | καὶ Ὀνήσιμος
τῷ ἑαυτοῦ γανβρῷ μνίας χάριν. τῶν̣
ἐτέων πλήρωσε νέκυς ὡς εἴκοσι
15 πέντε. | ὃς ἂν τύνβον ἐμὸν συλήσει
χωρὶς μητρὸς | καὶ γυνεκός, θήσι ἰς τὸ
ἱερώτατον ταμεῖον (δην.) ͵βφʹ. | τοῦτ’ ἐσ-
τιν τὸ τέλος βιότου ζωῆ<ς> τε
τελευτή. |
20         χαῖρε.
Search Help
Contact Us