[ ]
Lyd., N.E. — Maionia (Gökçeören-Menye) — 61/0 BC
| 1 | ἔ̣τ̣ους εʹ καὶ κ̣ʹ, μηνὸς ιβʹ δʹ. ἔδοξεν τῶι δήμ̣[ω]ι· ἐ̣[πεὶ] |
| Πλούταρχος Ἑρμογένου τοῦ Πλουτάρχου τῶν πο- | |
| λιτῶν, ἀνδρὸς καλοῦ καὶ ἀγαθοῦ καὶ γένους πρώ- | |
| του καὶ ἀρετῆι καὶ πίστει διαφέροντος, γεγονό- | |
| 5 | τος ἀπὸ τῆς πρώτης ἡλικίας ἐνδόξου πολίτου |
| τετελεκότος τε πάσας πολλάκις τὰς ἀρχὰς | |
| εὐαρέστως καὶ καθαρείως καὶ ἀνεγκλήτως | |
| καὶ συμφερόντως τῶι δήμωι διά τε ταύτην | |
| τὴν ὑπόστασιν καὶ τὴν παρ’ ὅλον τὸν βίον ἀγω- | |
| 10 | γὴν καὶ σωφροσύνην καὶ τὴν πρὸς πάντας |
| τοὺς πολίτας ἐκτένειαν καὶ φιλανθρωπί- | |
| αν τῆς μεγίστης τυγχάνον- | |
| τος ἀ̣π[οδ]οχῆς. {²vac.}² |