[ ]
Lyd., N.E. — Gölde, Area N. of: Hamidiye — 159/60 AD
| 1 | Τατιαν Ἑρμοκράτους Βάσσαν ἱέρειαν Μηνὸ[ς Ἀξι]- |
| οττηνοῦ οἱ καταλουστικοὶ ἐτείμησαν διά τε τὴν ἰς [τοὺς] | |
| θεοὺς εὐσέβειαν καὶ θρησκείαν καὶ τὴν πρὸς π[άντας] | |
| ἀνθρώπους φιλοκἀγαθίαν, ἀναστραφεῖσαν ἐπὶ τῷ θε- | |
| 5 | ῷ ἀφιλοκέρδως παντὶ τῷ βίῳ διὰ γένους. ἀνεστάθη |
| δὲ ἔτους σμδʹ, μη(νὸς) Γορπιαίου βιʹ, ἐπιμελησαμένου | |
| Φιλοξένου βʹ γραμματέως, ζώσης ποιήσαν- | |
| τες τὴν τειμὴν οἱ καταλουστικοὶ | |
| ἐκ τῶν ἰδίων. |