[ ] Lyd., N.E. — Gölde, Area N. of: Ayazviran
See also:
1 ὁ δῆμος ἐτίμησεν Μωγέτην
Μωγέτου στρατηγὸν χρυσῷ
στεφάνῳ καὶ εἰκόνι χαλκῆι
καὶ ἄλλῃ γραπτῆι τελείαι̣
5 καὶ ἀγάλματι μαρμαρίνῳ.
  Μωγέτης Μωγέτου
    στρατηγός,
    χαῖρε.
8a {²in parte inferiore:}²
9 αὐτά σοι δέσποινα κόρα πολύοπλος Ἀθάν[α],
10   Μωγέτ’, ἀρίζαλον δῶκε σαοφροσύναν·
[α]ὐ̣τὰ καὶ σοφίας δόξαν πόρε δοιάκι πάτρας
[τ]α̣γὸν ἀμώμητον πᾶσιν ἀναγλαΐσας·
μούνα καὶ πρόκριτον πάτρας καὶ ὑπέρμαχον ἀε̣[ί]
Ῥώμας κυδίστοις θήκατ’ ἐν ἁγεμόσι.
15 ἀλλὰ λιπὼν οἰκτ<ρὰ>ν μὲν ὁμευνέτιν ἡμιτελῆ τ̣[ε]
  ἀρχὰν Φερσεφόνας ἔδραμες εἰς θαλάμους.
Μάταρ δὲ στεναχεῖ πατρίς θ’ ἅμα πολλὰ δ’ ἀδελφο[ί]
  ἕβδομον ἐξ αὐτῶν ἀστέρ’ ἀποφθίμενο[ν].
χαίροις· ἐνδόξου γενεῆς εἶ δὲ κριτός· Ἅδας̣
20   σὲ τρίτον ἀΰσει σύνθρονον εὐσεβέων̣.
Search Help
Contact Us