| 1 | ὁ δῆμος Μηνοφίλαν Ἑρμαγένου. |
| 1a | {²wreath}² |
| {²niche}² | |
| 2 | κομψὰν̣ καὶ χαρίεσσα πέτρος δείκνυσι· τίς ἐντι |
| μουσῶν̣ μανύει γράμματα, Μηνοφίλαν. | |
| τεῦ δ’ ἕν̣εκ’ ἐν στάλᾳ γλυπτὸν κρίνον ἠδὲ καὶ ἄλφα | |
| 5 | βύβλος̣ καὶ τάλαρος τοῖς δ’ ἔ<π>ι καὶ στέφανος; —— |
| ἡ σοφίᾳ μὲν βίβλος, ὁ δ’ αὖ περὶ κρατὶ φορηθεὶς | |
| ἀρχὰν̣ μανύει, μουνογόναν δὲ τὸ ἕν, | |
| εὐτά̣κτου δ’ ἀρετᾶς τάλαρος μάνυμα, τὸ δ’ ἄνθος | |
| τὰν ἀ̣κμὰν δαίμων ἅ̣ντιν, ἐληΐσατο. —— | |
| 10 | κού[φ]α τοι κόνις εἰμί· πολλοὶ τοιῇδε θανούσῃ, |
| ᾇ γά[μ]οι οὐδὲ γονεῖς, τοῖς ἔλιπες δάκρυα. |
Sardis 7,1
111