[ ] Lyd. — Sardis (Sart) — ca. 150 AD
1 ἡ Διονυσιὰς φυλὴ τὴν
στοὰν καὶ τὴν ἐξέδραν
σὺν τῇ ἐν αὐτῇ ἀποθήκῃ
διστέγῳ καὶ ἑτέρᾳ ἀποθή-
5 κῃ καταγείῳ τῇ οὔσῃ ἐν τῷ
προσεχεῖ ἰδίῳ τῆς φυλῆς κή-
πῳ ἐκ τῶν ἰδίων ἑαυτῇ κατεσκεύ-
ασεν. ❦
Search Help