Honorary inscription for Aulus Fabricius Priscianus
Charmosynos by [boule, demos,] and Romans [in Tralles]; c. AD
129̣; found at Tralles: CIG 2927; Dürr, Die Reisen des Kaisers
Hadrian 107 no. 23; *ITralles 80; **Migeotte, L’emprunt public
no. 100.a (l. 9).
[ ]
ITral 80
| 0 | [ἡ βουλὴ καὶ ὁ δῆμος καὶ οἱ ἐν Τράλλεσι] |
| <κ>α<τ>οι<κ>ο[ῦ]ν̣τες Ῥωμαῖοι ἐτείμησαν Αὖλον Φαβρίκιον | |
| Πρεισκιανὸν Χαρμόσυνον στρατηγήσαντα | |
| τῆς πόλεως αὐθαιρέτως, σειτωνήσαντα δὲ | |
| καὶ τὸν ἀπὸ Αἰγύπτου σεῖτον συνχωρηθέντα | |
| 5 | τῇ πατρίδι αὐτοῦ ὑπὸ τοῦ κυρίου Καίσαρος |
| Τραϊανοῦ Ἁδριανοῦ Σεβαστοῦ μοδίων μυρι- | |
| άδας ἓξ καὶ προχρήσαντα ἐκ τῶν ἰδίων | |
| τὴν τειμὴν τοῦ σείτου καὶ τὰς γενομένας | |
| μέχρι<ς> ἐνθάδε δαπάνας, ἄνδρα ἀγα- | |
| 10 | θὸν καὶ φιλόπατριν, πάσῃ κεκοσμημένον |
| ἀρετῇ καὶ πίστει, καθὼς ἡ πατρὶς αὐτῷ | |
| ἐμαρτύρησεν πολλάκις διὰ τῆς γενομένης | |
| εἰς αὐτὸν τειμῆς ἔν τε τοῖς ἄκτοις καὶ | |
| τοῖς ψηφίσμασι τῆς τε βουλῆς καὶ τοῦ δήμου· | |
| 15 | γενόμενον ἐ̣πὶ στε̣φανηφόρ̣[ου Κλαυ]δίας τ̣[ῆς ․․․]ωνί- |
| δου νε[—] |