Letter of proconsul Taurus concerning Pylitai, with acclamations by boule and artist’s signature (?) by Aur(elius) Iulianus of Halikarnassos; 32; now at Tralles, prob. from Tralles, perhaps from territory of Magnesia Mai.: Malay, EA 11, 1988, 53-57 (PH); *Nollé, EA 15, 1990, 121-125.  
[ ] EA 15, 1990, 121-25
1 [τὸ] εὐχάριστον ὑμῶν καὶ ἀγα-
θὴν γνώμην ἥνπερ οὖν ἐπ̣ὶ̣ το̣[ῖς]
Πυλείταις ἀμειβόμενοι αὐτῶν
τὴν περὶ ὑμᾶς εὐποιΐαν τε καὶ
5 σπουδὴν ἔχε̣τ̣ε̣ κεκύρωκά
τε καὶ αὐτὸς σύμψηφος ὑμῶν
τῇ γνωμῇ γεινόμενος βεβαιῶ.
[ἔ]ρρωσθε· ἧς ἀναγνωσθείσης ἡ βου-
λ̣ὴ̣ ε̣ἶ̣[π]ε· μεγάλῳ ἀνθυπάτῳ Ταύ-
10 ρῳ· ναοῖς τὸν σωτῆρα· πάσῃ τειμῇ
[β]ο̣υ̣λ̣ὴ̣ν δῆμον τετείμηκας. ἄξι-
[οι Πυ]λεῖται τῶν δωρεῶν, ἄξιοι Πυ-
[λεῖται] πλειόνων· εἷς ἄπ’ αἰῶνος, Εὔ-
[μηλε·] οὐᾷ, καλῶς, ἀρχιερεῦ· μέ-
15 [γα τὸ ὄνομ]α Διονύσου· Εὐμήλῳ με-
[γάλῳ κη]δεμόνι Πυλειτῶν· Εὔμη-
[λον πάν]τα τὰ δίκαια Πυλείταις ἐν
[στήλῃ] ἀναγράψαι.  Εὔμηλος εἶπεν·
[ἀξιού]ντων ὑμῶν ταῦτα ἐν στή-
20 [λῃ ἀναγραφήσε]ται.  Ζωτικὸς εἶ-
[πεν — ἀ]ποτεθήσεται καὶ
[ἡ ἐπιστο]λ̣ὴ̣ τοῦ λαμπροτάτου ἀν-
[θυπ]άτου Ταύρου ἐν τῷ ἀρχείῳ·
[ἀπε]δόθη ἡ ἐπιστολὴ τῷ ὑπηρέ-
25 [τῃ το]ῦ ἀρχείου.
[ὁ ἱε]ρώτατος δῆμος τῶ[ν]
[Πυλ]ειτῶν λαβόντες τὰς δ[ω]-
[ρε]ὰ̣ς̣ πάσας παρὰ τῆς φιλο[σε]-
[βάστου βουλῆς καὶ δήμου
30 [τ]ὰς στήλας ἀνέστησαν·
Αὐρ(ήλιος) Ἰουλιανὸς Ἁλικαρνα[σ]-
σεὺς ἔγλυψε· εὐχαριστ[εῖ]
τῷ δήμῳ Αὐρ(ήλιος) Τρύφων Μ[ά]-
γνης μετὰ ἐπιστάτου.
Search Help
Contact Us