Sale of priesthood of Zeus Nemeios in Theangela to
[Ari]steid[e]s Iatrokleos; III; found at Theangela: *Şahin &
Engelmann, ZPE 34, 1979, 211-213, no. 1 (PH); SEG 29, 1088.
[ ]
ZPE 34, 1979, 211-13, no. 1
1 | [Ἀρι]στείδ̣[η]ς̣ Ἰατροκλέος ἐπρία̣[το] |
τ̣ὴν ἱερητείαν τοῦ Διὸς τοῦ Νε[μ̣εί]- | |
ου ἐν Θεαγγέλοις ἐπὶ ζωῆς τῆς αὑ- | |
τοῦ κατὰ τάδε· θύσει τὰ ἱερὰ τὰ | |
5 | δημόσια πάντα θεοῖς τοῖς ἐν |
τῶι τεμένει· λήψεται δὲ κωλέ- | |
αν καὶ τὰ ἐπὶ κωλέαι νεμόμεν- | |
α τῶν θυομένων ἑνὸς τοῦ μεγί̣- | |
στου καὶ τεταρτημορίδα σπλάγ- | |
10 | χνων καὶ τὰ δέρματα πάντα τῶν δη̣- |
μοσίαι θυομένων καὶ τὰ παρατιθέ- | |
μενα τῶι θεῶι· καὶ συνέσται τῆι ἑο- | |
ρτῆι μετὰ τῶν πρυτάνεων ἰσόμ- | |
οιρος ὢν καὶ στεφανηφορήσει̣ | |
15 | ἐν τῆι ἑορτῆι τοῦ Διός· ἔστα̣[ι δὲ] |
καὶ τοῦ σώματος ἀτε[λὴς καὶ —] | |
ατείας καὶ σπο[ν̣δαρχήσει? —] | |
τ̣ῶι Διον̣[ύσωι —] |