Honorary decree of [Troizen] for Theangela; IIIe; found at Theangela: *Wilhelm, JÖAI 11, 1908, 70-72, no. 7 (PH).  
[ ] JÖAI 11, 1908, 70-72, no. 7
0 [— καλέσαι δὲ καὶ ἐ]-
πὶ δεῖπνο[ν ε]ἰς [τὸ πρυτανεῖον εἰς αὔριον· ἀγγράψαι]
δὲ τὸ ψάφισμα τό[δε εἰ]ς [στάλα]ς λιθί[νας] δύο [καὶ ἀνθέμεν]
τὰμ μὲν ἐς τὸ ἱαρὸν τοῦ Ἀπόλλωνος τοῦ Θεαρίου, τὰν δὲ [ἐν]
Θεαγγέλοις ἐν τῶι τᾶς Ἀθάνας ἱαρῶι· τὰν δὲ βουλὰν τὰν
5 ὑπουργίαν παρέχεν· ἄνδρας δὲ ἑλέσθαι οἵτινες ἐπιμελη-
σοῦνται τούτων, ὅπως οἵ τε στέφανοι ἀναγορευθῶντι εἷ
ἑκάστους δέδοκται καὶ αἱ στᾶλαι ἀντεθῶντι, καὶ πόθοδον
ποιήσονται ἐν τῶι Ἀπελλαίωι μηνί, ὅπως ὁ δᾶμος ὁ τῶν Θε-
<⁶¹>⁶¹[⁵¹Θε]⁵¹αγγελέων τιμαθῆι καταξίαις τιμαῖς. ἁ βουλὰ εἶπεν.
10 ἁιρέθεν ἐπὶ τὰ ἐν Θεαγγέλοις Ἀριστείδης Νέωνος, Οὐλιάδης
Ἰάσονος· ἐπικαρῦξαι τοὺς στεφάνους καὶ τὰς στάλας στᾶσαι
καὶ πόθοδομ ποήσασθαι εἰς τὸν Ἀπελλαῖον μῆνα οἱ πέντε.

MCP server: epigraphy-mcp.packhum.org

Search Help
Contact Us
MCP server