Funerary inscription for Rhode Dionysiou Ko(liorgis) by
demos and family, on round altar of white marble; no date; found
at Stratonikeia: Varinlioğlu, EA 12, 1988, 103-104, no.
30; *IStratonikeia 1330.
[ ]
IStr 1330
1 | ὁ δῆμος ἔθαψεν |
Ῥόδην Διονυσίου Κο(λιοργίδα) ζήσασαν | |
σωφρόνως καὶ κοσμίως· | |
μνή̣ας ἀγαθῆς ἕνεκεν Ῥόδης τῆς | |
5 | Διονυσίου Κο(λιοργίδος) Θεόδωρος καὶ Φίλαγρος καὶ |
Σιμωνίδης καὶ Διονύσιος· Θεόδωρος | |
μὲν τῆς γενομένης αὐτοῦ γυναικός, | |
οἱ δὲ περὶ Φίλαγρον τῆς μητρὸς αὐτῶν, | |
Διονύσιος δὲ τῆς θρεψάσης αὐτόν. |