Honorary inscription for Titus Flavius Aeneas by brother
Titus Fla(vius) Aristo[laos]; 2m; found at Stratonikeia: CIG
2719; Robert, Glad. 171-172, no. 164; Laumonier, BCH 61, 1937, p.
259 no. 67, p. 260 no. 70, and p. 262 no.’s 71, 72;
*IStratonikeia 1025.
[ ]
IStr 1025
1 | Τίτου Φλαβίου, Λέοντος υἱ- |
οῦ, Κυρείνα, Αἰνείου, φιλορω- | |
μαίου καὶ φιλοσεβάστου | |
καὶ φιλοπάτριδος, υἱοῦ τῆ[ς] | |
5 | πόλεως, πρεσβεύσαντος |
πρὸς τοὺς Σεβαστοὺς ἰς Ῥώ- | |
μην καὶ μετὰ τῶν ἄλλων | |
καὶ τὰς διανομὰς τῇ πατρ[ί]- | |
δι ἐπιτυχόντος, ἀρχιερα- | |
10 | τεύσαντος μεγαλοπρε- |
πῶς, ἐν ᾗ ἀρχιερωσύνῃ κ[αὶ] | |
μονομαχίας καὶ κυνήγια σ[υ]- | |
νετέλεσεν, ἱερατεύσαντος | |
τοῦ Διὸς τοῦ Παναμάρου ἐ̣[ν] | |
15 | Ἡραίοις, κἀκεῖ μὲν τὰς γυναῖ- |
κας κηρύγματι ὑποδεξα- | |
μένου̣ πάσας, ἐν δὲ τῷ γυ- | |
μνασίῳ πάντας τοὺς πο- | |
λείτας μιᾷ ἡμέρᾳ δειπνε[ί]- | |
20 | [σ]αντος, γυμνασιαρχήσα[ν]- |
τός τε ἑλκυστῷ ἐλαίῳ, ἐν γυ- | |
μνασιαρχίᾳ καὶ ἀγῶνα ἐκ τῶν | |
[ἰ]δίων ἐποίησεν, πολλὰς πρεσ- | |
βείας καὶ ἐκδικίας τῇ πατρί- | |
25 | δι παρασχομένου, ζήσαν- |
τός τε ἐπιφανῶς καὶ κοσμ[ί]- | |
ως· ἀνέστησεν Τίτος Φλά(ουιος), [Λέ]- | |
οντος υἱός, Κυρείνα, Ἀριστό- | |
[λαος.] |