Honorary inscription by [dem]os and boulai (of Stratonikeia) for Marcus Sempronius Clemens; c. AD 200; found at Panamara: Cousin & Deschamps, BCH 12, 1888, 87, no. 11; Laumonier, BCH 61, 1937, 287-289, no. 131; *IStratonikeia 16.  
[ ] IStr 16
1 [ὁ δῆμ]ος καὶ αἱ βουλαὶ ἐτείμησαν ταῖς μεγίσταις τειμαῖς καὶ διὰ τῶν
[π]λεονάκις κεκυρωμένων ψηφισμάτων καὶ διὰ τοῦ γεγραμμένου
περὶ αὐτοῦ τῷ κυρίῳ Αὐτοκράτορι ψηφίσματος, Μᾶρκον Σενπρώνιον,
Μάρκου υἱόν, Κλήμεντα, φιλοκαίσαρα καὶ φιλόπατριν, θεοφιλῆ,
5 πεντάκις ἱερῆ τοῦ Παναμάρου, τὸ δὶς ἐν Ἡραίοις, ἱερῆ τῆς Ἑκάτης,
ὅτε τὸ δεύτερον τοῦ Παναμάρου, ἱερῆ ἑνὶ ἐνιαυτῷ Διὸς Χρυσα-
ορείου, Διὸς Ναράσου, Διὸς Λωνδάργου, ἀρχιερῆ τῶν Σεβαστῶν,
γυμνασίαρχον δεκάκις, ἀγωνοθέτην κατ’ ἐνιαυτὸν ἐκ τῶν ἰδίων,
ἱερῆ διὰ βίου Διὸς Καπετωλίου, Ἀσκληπιοῦ, Ὑγείας, Ἑστιῶν, ἱερὰ καὶ ἀγάλ-
10 ματα θεῶν κατεσκευακότα, ὑδραγώγια πεποηκότα καὶ ὕδατα εἰσα-
γειωκχότα εἰς τὸ ἱερὸν τῆς Ἑκάτης, πάντα ἀδιαλίπτως πεποηκότα
καὶ μεγαλοψύχως, ἐπαγγελλόμενον ἀτελείᾳ καὶ ἀλειτουργησίᾳ ἐκ
γένους τετειμημένον, τετελεκότα καὶ πρυτανείαν καὶ γραμμα-
[τεί]αν ἐν δυσκόλοις καιροῖς ἐπὶ ὠφελίᾳ τῆς πόλεως, δεκάπρωτ[ον,]
15 [εὐ]θηνιάρχην, πολλὰ καὶ ἄλλα καὶ ἄλλα παρεσχηκότα, ὧν πάν[τα]
[—]ε[—]τ[— μεμαρτύρητ]αι διὰ τῶν ψηφισμάτων καὶ ἐπιγρ[αφῶν]
[—]
Search Help
Contact Us