[Hier]eus inscription of [Ma]r(cus) Sem(pronius)
Aurunc(ius) Theodotos and Sem(pronia) Aurunc(ia) [Ar]riane; AD
305/313; found at Panamara: Cousin & Deschamps, BCH 12, 1888,
101-104, no. 22; Syll3 900; Laumonier, BCH 61, 1937, p. 244, p.
287, p. 289 no. 131, p. 292 no. 144, and p. 294 no.’s 151-152;
Laumonier, BCH 62, 1938, p. 178; Robert, RPh 14, 1940, 236;
*IStratonikeia 310 + II 2 p. 35.
[ ]
IStr 310 + II2 p. 35
1 | [ἱερ]ῖς ἐξ ἱερέων ἐν Ἡραίοις |
[Μᾶ]ρ(κος) Σεμ(πρώνιος) Ἀρούνκ(ιος) Θεόδοτος | |
[Ἀρ]ριανοῦ καὶ Σεμπ(ρωνία) Ἀρούνκ(ια) | |
[Ἀρ]ριανὴ ἀδελφὴ αὐτοῦ, | |
5 | [π]α̣ῖδες καὶ ἔκγονοι καὶ ἀπ̣[όγονοι] |
[ἱ]ερέων καὶ ἀρχιερέων καὶ ἀσι- | |
αρχῶν ναῶν τῶν ἐν Ἐφέσῳ, | |
ἱερασάμενοι δι’ ὅλου τοῦ ἐνι- | |
αυτοῦ πρὸς μὲν τοὺς θεοὺς | |
10 | εὐσεβῶς, πρὸς δὲ |
τοὺς ἀνθρώπους φιλοτεί- | |
μως, ἐλαιοθετήσαντες | |
σὺν τῇ προόδῳ καὶ τῇ ἑορτῇ | |
τῶν Παναμαρείων καὶ κλι- | |
15 | δὸς ἀγωγῇ καὶ τῇ ἀποθέσει |
τῶν στεφάνων τὰς πάσας | |
ἡμέρας τριάκοντα τέσσαρες, | |
οἵτινες οὐ μόνον τὰ ἐλαιοθέ- | |
σια παρέσχον τοῖς πολείταις | |
20 | καὶ ξένοις, ἀλλὰ καὶ πᾶσιν |
τοῖς ἐπιδημήσασιν στρατοπέ- | |
δοις, ἐφ’ ὧν ἱερωμένων καὶ | |
ἡ θειότης τοῦ δεσπότου | |
ἡμῶν τοῦ ἀηττήτου Σεβαστοῦ | |
25 | Ἰοβίου Μαξιμίνου ἐν τῇ πα[τρ]ίδι |
ἐπέλαμψεν καὶ τὰ ληστήρια | |
ἐξέκοψεν, γενομένου τοῦ στά- | |
μνου τοῦ ἐλαίου δηναρίων | |
μυρίων διὰ τὰς γενομένας | |
30 | ἐφ[εξ]ῆς ἀκαρπίας τῶν ἐλα- |
ιῶν, ἑστιάσαντες ἐν τοῖς Διονυ- | |
σίοις καὶ τοῖς Ἡραίοις πάντας | |
βουλευτὰς καὶ πολίτας, τὸ κα- | |
θ’ ὅλου τῶν μυστηρίων μηδὲν | |
35 | παραλιπόντες ἐν παντὶ τῷ ἐνι- |
αυτῷ μήτε θυσίαν μήτε τριακά- | |
δα μηδεμίαν ἐνδεήσαντες, | |
δόντες δὲ φιλοτείμως καὶ | |
μεγαλοψύχως καὶ τὰς νομὰς | |
40 | ταῖς προόδοις τῶν τε ἀνδρῶν |
καὶ γυναικῶν πάσῃ τύχῃ καὶ | |
ἡλικίᾳ, τὸ ὑπόμνημα τῆς στήλης | |
ἵδρυσαν ἐν τῇ στοᾷ ἣν ὁ πατὴρ | |
αὐτῶν ἐκ θεμελίων ἐπεσκεύ- | |
45 | ασεν παρὰ τὰς στήλας καὶ |
ὑπομνήματα τῶν ἐπιγραφῶν | |
καὶ τὴν εἰκόνα τοῦ ἐπιπάππου | |
αὐτῶν Σεμ(πρωνίου) Κλήμεντος, | |
μυσταγωγήσαντος τὸν ἱερῆ | |
50 | καὶ δι’ ὅλου τοῦ ἐνιαυτοῦ ἀχωρί- |
στου γενομένου τῶν μυστη- | |
[ρίων] Μάρ(κου) Αὐρ(ηλίου), Διοφάντου ὑοῦ, | |
[—]ί̣ου τοῦ ἀπὸ Μουσείου | |
[φιλοσόφο]υ, ἱερέως τῶν θεῶν. |