Dedication to [Zeus Panemerios and Hera] by [Kleoboulos
Iason Ko(liorgeus)] and Strateia Artema Ko(raiis), [hiereis]; 2e;
found at Panamara: Cousin, BCH 28, 1904, 45-46, no. 30 (part);
Cousin, BCH 28, 1904, 46-47, no. 31 (part); BE 1906:48; SEG 4,
394; Laumonier, BCH 61, 1937, p. 244 and p. 285 no. 124; BE
1982:364; *IStratonikeia 281; SEG 31, 942.
[ ]
IStr 281
1 | [Διῒ Πανημερίῳ καὶ Ἥρᾳ· ἱερεῖς ἐξ ἐπαγγελίας ἐν Ἡραί]οις μετ̣[ὰ ἱερεω]σύ- |
[νην τῆς Ἑκάτης ἣν ἐτέλεσαν ἐξ ἐπαγγελί]ας μεγαλοπρεπῶς <κ>[αὶ] | |
[φιλοδόξως Κλεόβουλος Ἰάσονος Ἰάσων Κο(λιοργεὺς)] καὶ Στρατεία Ἀρτεμᾶ | |
[γʹ τοῦ Ἀρτεμιδώρου Κω(ραιΐς), ὑποδεξάμενοι εἰς τὰ]ς τοῦ θεοῦ τραπέζας | |
5 | [δι’ ὅλου τοῦ ἐνιαυτοῦ πᾶσαν τύχην καὶ ἡλικίαν τῶν] ἐνκατοικούντων τὴν |
[πόλιν καὶ τὴν χώραν καὶ πάντων τῶν ἀπὸ τῆς οἰ]κουμένης ἀνθρώπων | |
[εἱστίασαν φιλοτίμως καὶ μεγαλοπρεπῶς] πανδαισίᾳ λαμπρᾷ καὶ πολυ- | |
[τελεῖ καὶ ἀνυπερβλήτῳ, καὶ ἐγυμνασιάρχησαν θέ]ντες τὸ ἔλαιον ἄμετρον | |
[πάσῃ τύχῃ καὶ ἡλικίᾳ, τῇ τε τοῦ στεφάνου παρα]λήψει καὶ τὰς τῆς πανη- | |
10 | [γύρεως τῶν Παναμαρείων ἡμέρας καὶ νύκτας πά]σας ἀδιαλείπτως ἐν τοῖς δυ- |
[σὶ βαλανείοις ἔθεσαν ἄλειμμα ἠρωματισμέν]ον μετὰ οἰνανθήης, γυμνα- | |
[σιαρχήσαντες πάσῃ τύχῃ καὶ ἡ]λικίᾳ ἀπὸ νυκτὸς μέχρι νυκ- | |
[τὸς — θέντες δὲ καὶ τ]ἄλλα τὰ τοῖς λούτροις ἀκό- | |
[λουθα — τὰ ἀνενεχθέντα] τῷ ἱερεῖ καὶ τῇ τραπέζῃ | |
15 | [τοῦ θεοῦ γέρα τοῖς ἀνελθοῦ]σιν παρ’ ἑαυτῶν δόντες |
[— ὅτε ἦν] ὁ μέδιμνος τῶν πυρῶν | |
[𐆖 —ʹ, κρεὼς χοιρείου καὶ βο]είου καὶ βοτείου μνᾶ 𐆖 ͵αζʹ, | |
καὶ τὰ ἄλλα πάντα ὑπὲρ τὴν διπλα- | |
σίαν τῆς τιμῆς, ψηφοθετήσαντες τοῦ να- | |
20 | οῦ καὶ τοῦ προνάου τῆς Ἥρας τὰ ἐ- |
δάφη ἔξωθεν τῶν εἰς τὴν ἱερε- | |
ωσύνην ἀναλωμάτων, ἐπαγγει- | |
λάμενοι σκουτλώσειν ἀπὸ ἐδά- | |
φους μέχρις ὀρόφου στοὰν τοῦ | |
25 | Ἁδριανείου Ἀντωνίου γυμνασί- |
ου, [—] ἐν μηδενὶ | |
τῶν ἐν τῇ ἱερεωσύνῃ δοξαζομέ- | |
νων ὑπερβολὴν καταλίποντες· | |
συνφιλοδοξούντων αὐτοῖς τῶν | |
30 | τέκνων ἐν πᾶσιν Ἰάσονος καὶ |
Κλεοβούλου. |