Dedication to Zeus Panemerios and Hera by Kleoboulos Iason
Ko(liorgeus) and Strateia Artema Ko(raiis), hiereis; 22/3; found
at Panamara: Cousin & Deschamps, BCH 12, 1888, 257-258, no. 39;
Laumonier, BCH 61, 1937, 285, no. 124; *IStratonikeia 277.
[ ]
IStr 277
1 | Κλεόβουλος Ἰάσονος Ἰάσων |
Κο(λιοργεὺς) καὶ Στρατεία Ἀρτεμᾶ γʹ τοῦ Ἀρ- | |
τεμιδώρου Κω(ραιΐς), μεθ’ ἣν ἐτέλε- | |
σαν ἱερεωσύνην τῆς Ἑκάτης | |
5 | μεγαλοπρεπῶς καὶ ἐνδόξως [ἱ]- |
ερατεύσαντες καὶ τοῦ Διὸς τοῦ Π[α]- | |
νημερίου ἐν Ἡραίοις ἐξ ἐπαγγελίας | |
εὐσεβῶς μὲν πρὸς τοὺς θεούς, φι- | |
λοτίμως δὲ πρὸς τοὺς ἀνθρώπους, | |
10 | ὡς μηδεμίαν ὑπερβολὴν φιλοτι- |
μίας ἐν μηδενὶ τῶν τῆς ἱερεωσύ- | |
νης λαμπρῶν καὶ ἐνδόξων καὶ π[ο]- | |
λυτελῶν καταλιπεῖν ἐν καιρῷ π[ερὶ] | |
πάντα γενομένῳ δυσχρήστῳ, | |
15 | συνφιλοτιμουμένων αὐτοῖς ἐν |
πᾶσιν καὶ τῶν τέκνων Ἰάσονος καὶ | |
Κλεοβούλου· Διῒ Πανημερίῳ καὶ | |
Ἥρᾳ καθιέρωσαν. |