Dedication to Zeus Pa[n]emerios and Hera by Kleoboulos
Iason Ko(liorgeus) and [S]trateia Artema Ko(raiis), hiereis;
22/3; found at Panamara: Cousin, BCH 28, 1904, 44-45, no. 29; BE
1906:48; Laumonier, BCH 61, 1937, 285, no. 124; *IStratonikeia
276.
[ ]
IStr 276
1 | Κλεόβουλος Ἰάσονος Ἰάσ[ων] |
Κο(λιοργεὺς) κα[ὶ Σ]τρατεία Ἀρτεμᾶ γʹ το[ῦ Ἀρ]- | |
τεμ[ιδώρο]υ Κω(ραιΐς), μεθ’ ἣν ἐτέλε- | |
σαν ἱερεωσύνην τῆς Ἑκάτης | |
5 | μεγαλοπρεπῶς καὶ ἐνδόξως, ἱ- |
ερατεύσ[αν]τες καὶ τοῦ Διὸς τοῦ | |
Παναμαρ[ί]ου ἐν [Ἡ]ραίοις ἐξ ἐπαγ- | |
γελίας εὐ[σ]εβῶ[ς μὲ]ν πρὸς τοὺς | |
θεούς, φιλοτ[ί]μως δὲ πρὸς τοὺς ἀν- | |
10 | θρώπους, ὡς μηδεμίαν ὑπερβολὴν |
φιλοτιμίας ἐν μηδενὶ τῶν τῆς ἱε- | |
ρεωσύνης λαμπρῶν καὶ ἐνδόξων | |
καὶ πολυτελῶν καταλιπεῖν ἐν και- | |
ρῷ περὶ πάντα γενομένῳ δυσχρή- | |
15 | στῳ· συνφιλοτειμουμέν[ων α]ὐτοῖς |
ἐν πᾶσιν καὶ τῶν τέκνων [Ἰάσο]- | |
νος καὶ Κλεοβούλου· Διῒ Πα[ν]- | |
ημερίῳ καὶ Ἥρᾳ καθιέρωσαν. |