Hiereus inscription of [K]leoboulos Iason Ko(liorgeus) and
Strateia Artema Ko(raiis); 22/3; found at Panamara: Cousin, BCH
28, 1904, 43-44, no. 28; BE 1906:48; Laumonier, BCH 61, 1937,
285, no. 124; *IStratonikeia 275.
[ ]
IStr 275
1 | [Κ]λεόβουλος Ἰάσονος Ἰ- |
άσων Κο(λιοργεὺς) καὶ Στρατεία Ἀρ- | |
τεμᾶ γʹ τοῦ Ἀρτεμιδώρου | |
Κω(ραιΐς), μεθ’ ἣν ἐτέλεσαν ἱερε- | |
5 | ωσύνην [τ]ὴν τῆς Ἑκάτης |
μεγαλοπρεπῶς καὶ ἐνδό- | |
ξως, ἱερατεύσαντες καὶ | |
τοῦ Διὸς τοῦ Πανημερίου | |
ἐν Ἡραίοις εὐσεβῶς μὲν πρὸς | |
10 | τοὺς θεούς, φιλοτίμως δὲ |
πρὸς τοὺς ἀνθρώπους, ὡς | |
μηδεμίαν ὑπερβολὴν φιλοτι- | |
μίας ἐν μηδενὶ τῶν τῆς ἱερεω- | |
σύνης λαμπρῶν καὶ ἐνδόξων | |
15 | καὶ πολυτελῶν καταλιπεῖν ἐν |
καιρῷ περὶ πάντα γενομένῳ | |
δυσχρήστῳ· συνφιλοτιμουμέ- | |
νων αὐτοῖς ἐν πᾶσιν καὶ τῶν τέ- | |
κνων Ἰάσονος καὶ Κλεοβούλου. |