Dedication by [Dio]medes Sosandros Hie(rokometes) and
Tatias [Am]mion Apphion, hiereis; 22/3; found at Panamara:
Cousin, BCH 28, 1904, 20-22, no. 1.B; BE 1906:48; Laumonier, BCH
61, 1937, 284, no. 117; BE 1961:667; BE 1972:417; *IStratonikeia
266 + II p. viii.
[ ]
IStr 266 + II p. viii
1 | ἱερεὺς ἐξ ἐπανγ[ελίας ἐν —ίοις μετὰ] |
ἀρχιερωσύνην καὶ στ[εφανηφορίαν καὶ] | |
τὰς λοιπὰς πάσας λιτο[υργίας Διο]- | |
μήδης βʹ Σώσανδρος Ἱε(ροκωμήτης), ὃ[ς μετὰ καὶ] | |
5 | τῶν λοιπῶν εὐσεβῶς μὲν πρὸς |
τὸν θεόν, φιλοτίμως δὲ πρὸς τοὺς | |
ἀνθρώπους ἐποίησεν, ἀπέδωκεν πά- | |
σῃ τύχῃ ἀνενεγχθέντα τῷ θεῷ δ[εῖ]- | |
πνα καὶ τὰ ἐκ τῶν θυσιῶν γει- | |
10 | νόμενα τῷ ἱερεῖ γέρα· ἐν [δ]ὲ̣ τοῖς Πα[να]- |
μαρείοις μετὰ τῶν λοιπῶν ὧν παρέ[σ]- | |
χεν καὶ οἴνου διαπομπὰς ἐποιήσα- | |
το πάσῃ τύχῃ καὶ ἡλικίᾳ τῶν ἑορταζόν- | |
τῶν ἔν τε τῇ πόλι καὶ ἐν τῷ ἱερῷ τῆς Ἑ- | |
15 | κάτης καὶ ἐπὶ τῆς λοιπῆς χώρας, ἐ[πι]- |
διξαμένου τοῦ θεοῦ ἐνεργίαν φαν[ε]- | |
ρωτάτην καὶ διὰ τοῦ ἀνιμένου βοὸς | |
πρὸς εὐσέβιαν τοῦ ἱερέως, ὅστις | |
πρῶτον ἐλθὼν τότε ἰς τὴν πόλιν ἐν τῇ | |
20 | ἀγομένῃ πομπῇ ὡδήγησεν τὸν ἱε- |
ρέα ἰς τὸ βουλευτήριον καὶ μετὰ τὰς | |
θυσίας εὐθὺς ἐχωρίσθη· ἐποίη- | |
σεν δὲ καὶ τὰς δημοθυνίας, ὑπε- | |
δέξατο δὲ καὶ τὸν τῆς Ἀσίας τα- | |
25 | μίαν μεγαλοπρεπῶς, ὡς καὶ διὰ |
γραμμάτων καὶ ὑπ’ ἐκίνου μαρτυρη[θῆ]- | |
ναι, καὶ ἄλλους πλίστους συνκλητ[ι]- | |
κούς· ὑπεδέξατο δὲ καὶ τοὺς ἰς | |
ἀγῶνα ἐλθόντας θυμελικούς τε κα[ὶ] | |
30 | ξυστικοὺς ἀθλητάς, καθὼς καὶ [τὰ ὑ]- |
π’ ἐκείνων γενόμενα ψηφίσματα | |
περιέχει· συνφιλοτειμημένω[ν] | |
καὶ τῶν τέκνων αὐτοῦ Σωσάνδρου | |
καὶ Εὐβούλου καὶ Σωσάνδρας· | |
35 | ἱέρεια Τατιὰς Διονυσοκλέους [Ἄμ]- |
μιον ἡ καὶ Ἄπφιον ἡ γυνὴ τοῦ υἱ- | |
οῦ αὐτοῦ Σωσάνδρου. |