Hiereus inscription of T(i)b(erius) Fl(avius) Aeneas
Theophanes Hie(rokometes) and Fl(avia) Paulina Ko(liorgis); 2;
found at Panamara: Cousin & Deschamps, BCH 11, 1887, 375-379,
no. 1; Laumonier, BCH 61, 1937, p. 244 note 2, p. 259 no.’s
66-67, pp. 259-260 no. 68, and p. 260 no. 70; Laumonier, BCH 62,
1938, note 0; *IStratonikeia 202.
[ ]
IStr 202
1 | ἱερεὺς ἐν Ἡραίοις ἐξ ἐπαν- |
γελίας Τ(ι)β(έριος) Φλ(άουιος), Τ(ι)β(ερίου) Φλ(αουίου) Θεοφά- | |
νους υἱός, Κυρείνα, Αἰνείας | |
Θεοφάνης Ἱε(ροκωμήτης), ἱέρεια Φλ(αουία), Φλ(αουίου) | |
5 | Ἰάσονος θυγάτηρ, Παυλεῖνα Κο(λιοργίς), |
ἱερατεύσαντες εὐσεβῶς | |
μὲν πρὸς τοὺς θεοὺς, τὸν | |
Δία καὶ τὴν Ἥραν, φιλοτείμως | |
δὲ πρὸς τοὺς ἀνθρώπους, παρα- | |
10 | λαμβάνοντες μὲν τὸν στέφα- |
νον τοῦ θεοῦ ἤλειψαν πανδη- | |
μεὶ τὴν πόλιν ἐν τῷ ἄστει, ὐπε- | |
δέξαντο δὲ διὰ παντὸς τοῦ ἔτου[ς] | |
πάντας τοὺς ἀνερχομένους | |
15 | εἰς τὸ ἱερόν, ἀπέδοσαν δὲ τὰ δεῖ- |
πνα τοῖς ἀνενενκοῦσι πᾶσι, ἐχαρί- | |
σαντο δὲ τοῖς θύουσι καὶ τὰ ἴδι- | |
α τοῦ ἱερέως τῶν θυσιῶν ἱερά, | |
ὑποδεξαμένοι δὲ καὶ ἐν ταῖς δη- | |
20 | μοθυνίαις ὁμοῦ συναρχίαις |
ἐφήβοις τε καὶ τοῖς παισὶ καὶ τὸν | |
ἄλλον λεών, ἀπιοῦσι τῆς ε̣ὐωχί- | |
ας ἔδοσαν ἑκάστῳ δεῖπνον, #⁵⁶ | |
καὶ τὴν ἑορτὴν τῶν | |
25 | Παναμαρείων τὰς δέκα |
ἡμέρας ἐγυμνασιάρ- | |
χησαν πάσῃ τῇ πανη- | |
γύρι νυκτός τε καὶ | |
ἡμέρας ἀκωλύτως, | |
30 | ἔθεσαν δὲ καὶ ταῖς γυ̣- |
ναιξὶ πάσαις ἔλαιον κα[ὶ] | |
μύρα καὶ ἰς τὸ Ἡραῖον κα- | |
λέσαντες πάσας τάς | |
τε ἐλευθέρας καὶ δούλας | |
35 | οἶνόν τε παρέσχον αὐ- |
ταῖς εἰς εὐωχίαν ἄφθο- | |
νον καὶ ἔδοσαν ἑκάστῃ | |
δραχμὰς γʹ· συνευσε- | |
βούντων καὶ συμφιλο- | |
40 | τειμουμένων αὐτοῖς |
Φλ(αουίας) Μαμάλου τῆς ἀδελ- | |
φῆς τοῦ ἱερέως καὶ Φλ(αουίου) | |
Λέοντος τοῦ νε̣ωκό- | |
ρου καὶ θείου τοῦ ἱερέ- | |
45 | ως καὶ Φλ(αουίου) Αἰνείου τοῦ |
γαμβροῦ τῶν ἱερέων | |
καὶ Φλ(αουίου) Τατίου καὶ Θεο- | |
φάνους καὶ Ἰάσονος | |
τῶν τέκνων αὐτῶν | |
50 | καὶ Φλ(αουίου) Αἰνείου καὶ Φαί- |
δρου τῶν ἐγγόνων. ❦ |