[Hier]eus inscription of Ti(berius) Fl(avius) [ ... ] and
Fl(avia) Mamalon Hie(rokometis); 2; found at Panamara: Cousin,
BCH 28, 1904, 246-247, no. 57; BE 1906:48; Laumonier, BCH 61,
1937, p. 256 no.’s 60, 62, p. 257 no. 63, p. 265 supra, and p.
266 note 1; Laumonier, BCH 62, 1938, 169; *IStratonikeia 192.
[ ]
IStr 192
1 | [ἱερε]ὺς ἐν Κομυρίοις ἐξ ἐπανγελίας Τι(βέριος) Φλ(άουιος), [Φλ(αουίου) Λαίνα υἱός, —] |
[ἱέρ]εια Φλ(αουία), Τιβ(ερίου) θυ[γά]τηρ, Μάμαλον Ἱε(ροκωμῆτις), ἱερατεύσ[αντες εὐσεβῶς μὲν πρὸς τοὺς θεούς, φιλοτεί]- | |
μως δὲ πρὸς τοὺς ἀνθρώπους, ὑπεδέξαντ[ο δι’ ὅλου τοῦ ἔτους μεγαλοπρεπῶς πάντας τοὺς ἀφικο]- | |
μένους ἰς τὸ ἱερόν, οὐ μόνον ἐπὶ τῷ ἀρίστῳ, ἀλ[λὰ καὶ ἐπὶ τῷ δείπνῳ, ἔδωκαν δὲ καὶ τὰ] | |
5 | δεῖπνα πᾶσιν τοῖς άνενεγκοῦσιν, καὶ ταῖς δημ[οθοινίαις ὑπεδέξαντο συναρχίας τε καὶ πο]- |
λείτας καὶ ἐφήβους καὶ παῖδας, ἑκάστῳ καὶ δεῖπνο[ν δόντες ἀποφόρητον, ἐν δὲ τοῖς Παναμαρείοις ἐλαίου] | |
θέσιν ἐποιήσαντο παρ’ ὅλην τὴν ἑορτὴν πάσῃ τύ[χῃ καὶ ἡλικίᾳ ἀκωλύτως, ἔδοσαν δὲ ἐν τοῖς] | |
Κομυρίοις τῶν μὲν ἀνδρῶν ἑκάστῳ πέντε δρα[χμάς, ὑπεδέξαντο δὲ καὶ ἐν Ἡραίοις τὰς γυ]- | |
ναῖκας ἁπάσας καλέσαντες τὰς ἐν τῇ πόλει κα[ὶ τὰς ἐν τῇ χώρᾳ καὶ ἔδοσαν ἑκάστῃ τῶν ἀνελθουσῶν δρα]- | |
10 | χμὰς τρεῖς, ἐχαρίσαντο δὲ καὶ τὰ ἱερὰ πᾶσι τοῖς θύ[σασιν —] |
ἀνέθηκαν δὲ καὶ τὸν ἵππον τῷ θεῷ τὸν ὑπηρετ[ήσαντα — ἐ]- | |
ποίησαν· συνεφιλοτειμεῖτο ἰς ἅπαντα φιλοστόργ[ως —] | |
[καὶ ὁ] θ̣εῖος τοῦ ἱερέως καὶ τῆς ἱερείας Φλ(άουιος) Διομήδης [καὶ ὁ ἀδελφὸς τοῦ ἱερέως — καὶ] | |
[ἡ ἀδε]λφὴ Φλ(αουία) Ἀριστολαῒς καὶ ὁ ἀδελφὸς τῆς ἱερείας Τιβ(έριος) Φ[λ(άουιος) Θεοφάνης καὶ ἡ ἀδελφὴ Φλ(αουία) Λεοντίς· νεωκό]- | |
15 | [ρος δὲ Τι(βέριος)] Φλά(ουιος), Διοκλέους υἱός, Κυρίνα, Διο[κλῆς ὁ —]τ̣λ̣[— τοῦ ἱερέως, ὁ καὶ αὐτὸς γεγυμνασιαρχηκὼς] |
[καὶ προϊερατευκὼς ἐ]ν Κομυρίοις. |