[ ] Att. — non-stoich. — c. 320/19 — IG II² 399 Add. (pt. 1.2 p. 660)
[— — — — — — — — — — — — — — ῶν]-
1 ος [ἑν]δεκ[άτηι, — — — — — — — —]
πρυτανεία[ς· τῶν προέδρων ἐπεψή]-
φιζ̣εν Πάμφιλος Φι[λαΐδης καὶ συμ]-
πρόεδροι· Δημάδης Δη[μέου Παιαν]
5 εἶπεν· ἐπειδὴ πρότερό[ν τε οἱ πρό]-
γ̣ονοι οἱ Εὐρυλόχου Κ̣ι̣[— — — — καὶ]
Ἀκέσανδρος φίλοι ὄντε[ς καὶ εὖνοι]
τῆι πόλει πολλὰ καὶ μεγάλ[α εὐεργέ]-
τησαν τὸν δῆμον τὸν Ἀθ[ηναίων]
10 καὶ νῦν Εὐρύλοχος πατ[ρικὴν ἔ]-
χων εὔνοιαν πρὸς τὸν δῆ[μον τὸν]
Ἀθηναίων διατελεῖ χρή[σιμος ὢν]
καὶ κοινεῖ καὶ ἰδίαι τοῖς [ἀφικνου]-
μένοις Ἀθηναίων εἰς Κυδ[ωνίαν]
15 καὶ πολλοὺς Ἀθηναίων λ[υτρωσά]-
μενος ἐκ Κρήτης ἀπέστ[ειλε τοῖς]
αὑτοῦ ἀναλώ̣μασιν καὶ [αἴτιος ἐ]-
γένετο τοῦ σωθῆναι ἐ[κ τῶν πολ]-
[εμίω]ν εἰς τὴν ἰδίαν, συν— — —
Search Help
Contact Us