Hiereus inscription of [Tiberius Claudius Laenas] and Claudia Mamal[o]n; 12; found at Panamara: Cousin & Deschamps, BCH 15, 1891, 204-206, no. 145; Laumonier, BCH 61, 1937, pp. 249-250 no.’s 47-49, p. 251 no. 50, p. 253 note 3, and p. 255 no. 59; *IStratonikeia 174.  
[ ] IStr 174
1 ․․ καὶ πολυδαπάνως ε̣[—]
[․α]ὐτῷ κοσμῆσαι τὰ προαγό[μενα πάντα, ὑποδεξάμεν]ος μὲν πάντας ἔν
τε τῶι ἱερῶι καὶ ἐν τῇ πόλει, ὑπ[οδεξ]άμενος δὲ καὶ τὸ πολείτευμα
τῶν γυναικῶν ἐν τοῖς Ἡραίοις, θεω[ρί]ας δὲ ποιήσας πολυτελεστάτας
5 καὶ καλλίστας, καὶ διὰ τῶν λοιπῶν [π]άντων ἀναλογήσας τοῖς προάγουσιν·
ἱέρεια πάλιν ἐν Ἡραίοις τὸ τρίτ[ο]ν ἡ καὶ προηρχιερατευκυῖα τῶν
Σεβαστῶν καὶ προϊερατευκυῖα [ἐν] Ἡραίοις καὶ ἐν Κομυρίοις Κλαυδία,
Λέοντος θυγάτηρ, Μάμαλ[ο]ν, θυγάτηρ πόλεως, ἡ μήτηρ τοῦ
ἱερέως· συνευσέβησεν κα̣[ὶ] συνεθρήσκευσεν τὸν θεὸν
10 Τι(βέριος) Κλαύδιος, Τι(βερίου) υἱὸς, Κυρίνα, Σαβε[ι]νιανὸς Παιώνιος ὁ [υ]ἱὸς τοῦ ἱερέως
[ὁ κ]α̣ὶ αὐτὸς ἤδη γεγυμνασιαρχηκ[ὼ]ς καὶ ἐπηνγελμένος ἱερεὺς ἐν Κομυ-
ρίοις· νεωκόρος ὁ ἱερατευκὼς ἐν [ρα]οις, ἐπηνγελμένος δὲ καὶ ἐν Κομυρίοις
Τι(βέριος) Φλά(ουιος), Τ(ιβερίου) υἱὸς, Κυ(ρίνα), Σαβεινια̣[νὸς Δ]ι̣ομ<ήδ>[ης] ὁ υ̣[ἱὸς τ]ῆς ἀδελφῆς τοῦ
[ἱερέως.]
Search Help
Contact Us