Honorary decree of boule and demos [of Stratonikeia] for
Tiberius Fla(vius) Me[nandr]os and wife Fl(avia) Leontis; 2m;
found at Panamara: Hatzfeld, BCH 51, 1927, 63, no. 6; BE
1928:380; SEG 4, 263; Laumonier, BCH 61, 1937, p. 239 note 1, p.
242 no. 20, p. 244 note 4, p. 257 no. 64, p. 258 no. 65, and p.
259 no. 66; BE 1973:77 (p. 72); Drew-Bear & Schwertfeger, ZPE
36, 1979, 198 no. 2 ll. 1-11 (PH); SEG 29, 1080, no. 2;
*IStratonikeia 15.
[ ]
IStr 15
1 | ψηφίσματι, ἐπὶ θεοῦ Ἀπόλλωνος τὸ δʹ, μηνὸς Διοσθεῶνος. |
[ἔδοξεν Στρατονικέων] τῆς αὐτόχθονος καὶ μητροπόλεως τῆς Καρίας τῇ βουλῇ καὶ τῷ δήμῳ, εἰσηγησαμένου τὴν γνώμην Ἰάσονο[ς] | |
[τοῦ — ἐπι]ψηφίσαντος πρυτάνεως Λέοντος τοῦ Φανίου· ἐπεὶ ὁ μέγιστος καὶ ἐπιφανέστατος Ζεὺς Πανάμαρος σώζει τὴν πό- | |
[λιν διὰ παντὸς χρόνου, θέ]λουσι δὲ καὶ οἱ εὐσεβέστατοι καὶ φιλοπάτριδες ἄνδρες [ἱ]ερᾶσθαι αὐτοῦ, Τιβέριός τε Φλά(ουιος) Στρατοκλέους υἱός, Κυρείνα, Μέ- | |
5 | [νανδρος, ἱερατευκὼς τ]ὸ πρῶτον ἐν Ἡραίοις μετὰ τῆς σεμνοτάτης γυναικὸς Φλ(αουίας) Διομήδους θυγατρὸς Λεοντίδος, τοῦ πρώτου γένους καὶ ἀξιώμα- |
[τος, ἠρχιεράτευκεν ὁ]μοῦ τῶν Σεβαστῶν Αὐτοκρατόρων καὶ ἐστεφανοφόρηκεν τοῦ Ἀπόλλωνος καὶ μετὰ πολλὰ ἀναλώματα τὰ ἐν τῇ ἀρχιερωσύ- | |
[νῃ κατεσκεύασεν ἐκ τ]ῶν ἰδίων καὶ μέγιστον ἔργον ἄτρειον βαλανείῳ ὃ δέχεται ἀναλώματος οὐκ ὀλίγας μυριάδας· καὶ ταῦτα ἡδέως | |
[ἐποίησεν ἐμφανίζων] ὅσου μὴν ποιεῖται πρὸς αὐτὸν εὐσέβειαν καὶ θρησκείαν· καὶ πάλιν ἱερατεύει μετὰ τῆς ἀξιολογωτάτης Λεοντί- | |
[δος ἐν τοῖς Ἡραίοις, τ]ὰ τείμ<ι>α τὰ πρὸς τοὺς θεοὺς εὐσεβῶς καὶ τὰ πρὸς τοὺς ἀνθρώπους φιλοτειμότατα ἐκτελῶν ὡς καὶ γυμνασιαρχίαν | |
10 | [τελεῖν μεγαλοπρεπῶς] εἰς τὰ [Παναμά]ρεια, τιθέντα τὸ ἔλαιον ἑλκυστὸν ἐγ λουτ[ή]ρων, καὶ τοῖς Ἡραίοις ὥσπερ τὸ πρῶτον καὶ νῦν πᾶν τὸ πλῆ- |
[θος καλεῖν τῶν ἐλευθέρων καὶ] τῶν δούλων ἐπί τε τοῖς ἄλλοις καὶ ἐπὶ διανομῇ ἀργυρίου· ὅ τε δῆμος ἡμῶν βουλόμενος τὰς ἀξίας | |
[χάριτας ἀποδοῦναι Μενάν]δρώ καὶ τῇ Λεοντίδι τετείμηκεν αὐτοὺς καὶ δι[ὰ] τοῦδε τοῦ ψηφίσματος, ἐπιβεβόηκέν τε τὸ πλῆθος | |
[εἰς τιμὴν καὶ σεβασμὸν] τοῦ θεοῦ προγράφεσθαι πᾶσιν τοῖς ἐπιδιδομένο[ι]ς ἐγ<γ>ράφοις τὸ τοῦ θεοῦ ὄνομα καὶ τὸν ἱερῆ· δεδόχθαι | |
[τιμᾶσθαι Φλ(άουιον) Μένανδρ]ον καὶ Φλ(αουίαν) Λεοντίδα ταῖς ἐξαιρέτοις τειμαῖς, ἐπί [τε] τῶν χρηματιζομένων πάντων, ὅταν γραφῇ ὁ τοῦ αὐ- | |
15 | [τοῦ ἐνιαυτοῦ στεφανηφόρος, π]ρογράφεσθαι. "ἐπὶ ἱερέως δὲ τοῦ ἐπιφανεστάτου θ[εοῦ] Διὸς Παναμάρου τὸ βʹ Τι(βερίου) Φλ(αουίου), Στρατοκλέους ὑιοῦ, Κυ(ρείνα), Με- |
[νάνδρου —,] ἐπὶ ἀρχιερέως δὲ Σεβαστῶν Αὐτοκρατόρων κ[αὶ στ]εφανηφόρου θεοῦ Ἀπόλλωνος τὸ δʹ", καὶ πρὸς τὸ λο[ι]- | |
[πὸν πᾶσιν ἐγγράφοις ο]ὕτως προχρηματίζειν τὸ τοῦ Διὸς Πα[ναμάρ]ου ὄνομα καὶ τοῦ γεινομένου αὐτοῦ ἱερέως κα[ὶ] | |
[— ὁμοί]ως τὸν γενόμενον ἀρχιερῆ, τούτου προ[σήκοντ]ος καὶ τῇ πρὸς τὸν θεὸν εὐσεβείᾳ καὶ τῇ πρὸς τοὺς ἄνδρας προθυμίᾳ |