Honorary decree of boule and demos [of Stratonikeia] for Tiberius Fla(vius) Me[nandr]os and wife Fl(avia) Leontis; 2m; found at Panamara: Hatzfeld, BCH 51, 1927, 63, no. 6; BE 1928:380; SEG 4, 263; Laumonier, BCH 61, 1937, p. 239 note 1, p. 242 no. 20, p. 244 note 4, p. 257 no. 64, p. 258 no. 65, and p. 259 no. 66; BE 1973:77 (p. 72); Drew-Bear & Schwertfeger, ZPE 36, 1979, 198 no. 2 ll. 1-11 (PH); SEG 29, 1080, no. 2; *IStratonikeia 15.  
[ ] IStr 15
1 ψηφίσματι, ἐπὶ θεοῦ Ἀπόλλωνος τὸ δʹ, μηνὸς Διοσθεῶνος.
[ἔδοξεν Στρατονικέων] τῆς αὐτόχθονος καὶ μητροπόλεως τῆς Καρίας τῇ βουλῇ καὶ τῷ δήμῳ, εἰσηγησαμένου τὴν γνώμην Ἰάσονο[ς]
[τοῦ — ἐπι]ψηφίσαντος πρυτάνεως Λέοντος τοῦ Φανίου· ἐπεὶ ὁ μέγιστος καὶ ἐπιφανέστατος Ζεὺς Πανάμαρος σώζει τὴν πό-
[λιν διὰ παντὸς χρόνου, θέ]λουσι δὲ καὶ οἱ εὐσεβέστατοι καὶ φιλοπάτριδες ἄνδρες [ἱ]ερᾶσθαι αὐτοῦ, Τιβέριός τε Φλά(ουιος) Στρατοκλέους υἱός, Κυρείνα, Μέ-
5 [νανδρος, ἱερατευκὼς τ]ὸ πρῶτον ἐν Ἡραίοις μετὰ τῆς σεμνοτάτης γυναικὸς Φλ(αουίας) Διομήδους θυγατρὸς Λεοντίδος, τοῦ πρώτου γένους καὶ ἀξιώμα-
[τος, ἠρχιεράτευκεν ὁ]μοῦ τῶν Σεβαστῶν Αὐτοκρατόρων καὶ ἐστεφανοφόρηκεν τοῦ Ἀπόλλωνος καὶ μετὰ πολλὰ ἀναλώματα τὰ ἐν τῇ ἀρχιερωσύ-
[νῃ κατεσκεύασεν ἐκ τ]ῶν ἰδίων καὶ μέγιστον ἔργον ἄτρειον βαλανείῳ ὃ δέχεται ἀναλώματος οὐκ ὀλίγας μυριάδας· καὶ ταῦτα ἡδέως
[ἐποίησεν ἐμφανίζων] ὅσου μὴν ποιεῖται πρὸς αὐτὸν εὐσέβειαν καὶ θρησκείαν· καὶ πάλιν ἱερατεύει μετὰ τῆς ἀξιολογωτάτης Λεοντί-
[δος ἐν τοῖς Ἡραίοις, τ]ὰ τείμ<ι>α τὰ πρὸς τοὺς θεοὺς εὐσεβῶς καὶ τὰ πρὸς τοὺς ἀνθρώπους φιλοτειμότατα ἐκτελῶν ὡς καὶ γυμνασιαρχίαν
10 [τελεῖν μεγαλοπρεπῶς] εἰς τὰ [Παναμά]ρεια, τιθέντα τὸ ἔλαιον ἑλκυστὸν ἐγ λουτ[ή]ρων, καὶ τοῖς Ἡραίοις ὥσπερ τὸ πρῶτον καὶ νῦν πᾶν τὸ πλῆ-
[θος καλεῖν τῶν ἐλευθέρων καὶ] τῶν δούλων ἐπί τε τοῖς ἄλλοις καὶ ἐπὶ διανομῇ ἀργυρίου· ὅ τε δῆμος ἡμῶν βουλόμενος τὰς ἀξίας
[χάριτας ἀποδοῦναι Μενάν]δρώ καὶ τῇ Λεοντίδι τετείμηκεν αὐτοὺς καὶ δι[ὰ] τοῦδε τοῦ ψηφίσματος, ἐπιβεβόηκέν τε τὸ πλῆθος
[εἰς τιμὴν καὶ σεβασμὸν] τοῦ θεοῦ προγράφεσθαι πᾶσιν τοῖς ἐπιδιδομένο[ι]ς ἐγ<γ>ράφοις τὸ τοῦ θεοῦ ὄνομα καὶ τὸν ἱερῆ· δεδόχθαι
[τιμᾶσθαι Φλ(άουιον) Μένανδρ]ον καὶ Φλ(αουίαν) Λεοντίδα ταῖς ἐξαιρέτοις τειμαῖς, ἐπί [τε] τῶν χρηματιζομένων πάντων, ὅταν γραφῇ ὁ τοῦ αὐ-
15 [τοῦ ἐνιαυτοῦ στεφανηφόρος, π]ρογράφεσθαι.  "ἐπὶ ἱερέως δὲ τοῦ ἐπιφανεστάτου θ[εοῦ] Διὸς Παναμάρου τὸ βʹ Τι(βερίου) Φλ(αουίου), Στρατοκλέους ὑιοῦ, Κυ(ρείνα), Με-
[νάνδρου —,] ἐπὶ ἀρχιερέως δὲ Σεβαστῶν Αὐτοκρατόρων κ[αὶ στ]εφανηφόρου θεοῦ Ἀπόλλωνος τὸ δʹ", καὶ πρὸς τὸ λο[ι]-
[πὸν πᾶσιν ἐγγράφοις ο]ὕτως προχρηματίζειν τὸ τοῦ Διὸς Πα[ναμάρ]ου ὄνομα καὶ τοῦ γεινομένου αὐτοῦ ἱερέως κα[ὶ]
[— ὁμοί]ως τὸν γενόμενον ἀρχιερῆ, τούτου προ[σήκοντ]ος καὶ τῇ πρὸς τὸν θεὸν εὐσεβείᾳ καὶ τῇ πρὸς τοὺς ἄνδρας προθυμίᾳ
Search Help
Contact Us