Honorary decree of koinon of Panamara for Leon Chrysaoros (of Alabanda?), giving him citizenship; c. 300/166 BC; found at Panamara: Cousin, BCH 28, 1904, 350-351, no. 6; BE 1906:48; SEG 4, 388; Laumonier, BCH 61, 1937, 238, no. 1; *IStratonikeia 7.  
[ ] IStr 7
1 [— πα]ρ̣ασκευὰς ․․․α․․
[—]ε συ̣μμέτρων αἷ[ς] συντε-
[— ψή]φισμα ἀποδοὺς καὶ παραθεὶς ἔκ τε [τ][ν]
[ἱστοριῶ]ν καὶ τῶν ἀρχαίων γραμμάτων καὶ συστησά[με]-
5 [νος τὰς ἄν]ωθεν τιμὰς καὶ ἀσυλίας ὑπαρχούσας τῶι Δι̣ῒ
καὶ Παναμαρεῦσιν ἔπεισεν τὸν σύνπαντα δῆμον εἰς τ̣[ὸ]
τὰς θυσίας ἐπιφανεστέρας καὶ μείζονας συντελεῖν, ἐ-
πελθών τε ἐπί τινας δήμους ἔπεισε καὶ ἐκείνους συνθύ-
ειν, καθόλου τε ἔσπευδεν ὑπέρ τε τοῦ θεοῦ καὶ τοῦ κοινοῦ
10 τοῦ Παναμαρέων, οὔτε κίνδυνον οὔτε δαπάνην οὔτε [κα]-
[κοπ]αθίαν οὐδεμίαν ὑφορώμενος· ὅπως οὖν καὶ Παναμα-
ρεῖς φαίνωνται τοῖς καλοῖς καὶ ἀγαθοῖς ἀνδράσιν τὰς
καταξίας χάριτας ἀποδιδόντες· δεδόχθαι τῶι κοινῶι·
ἐπῃνῆσθαι Λέοντα Χρυσάορος τοῦ Ζωΐλου τοῦ Πολυπέρ-
15 χοντος καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἀρετῆς
ἕνεκεν καὶ εὐσεβείας, εἶναι δὲ αὐτῶι καὶ ἐκγόνοις πολιτεί-
αν καὶ μετουσίαν πάντων ὧν καὶ Παναμαρεῖς μετέχουσιν,
στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν ὧι ἂν αὐτὸς βούλη-
ται τόπωι, καὶ ἐπιγράψαι ἐπιγραφὴν τήνδε· τὸ κοινὸν
20 τὸ Παναμαρέων ἐτίμησεν ἱερατεύσαντα Λέοντα
Χρυσάορος τοῦ Ζωΐλου τοῦ Πολυπέρχοντος ἐπαίνωι, χ[ρυ]-
σῶι στεφάνωι, εἰκόνι χαλκῆι ἀρετῆς ἕνεκεν καὶ εὐσε-
βείας· ἀναγράψαι δὲ {δὲ} τόδε τὸ ψήφισμα εἰς
στήλην λιθίνην καὶ ἀναθεῖναι ἐν τῶι ἱερῶι τοῦ Δι-
25 ς τοῦ Καρίου ἐν τῶι ἐπιφανεστάτωι τόπωι, τό δὲ τέ-
λεσμα τὸ εἰς τὰ προγεγραμένα ὑπαρχέτω ἐξ ἐπαγγελίας·
ὅπως δὲ καὶ ὁ σύνπας δῆμος ἐπιγνῶι τὰ δεδογμένα τῶ[ι]
κοινῶι τῶι Παναμαρέων, ἑλέσθαι ἄνδρα· ὁ δὲ αἱρεθεὶς ἀ-
ποδότω τόδε τὸ ψήφισμα καὶ ἐπελθὼν ἐπί τε τὴν βουλὴν
30 καὶ τὸν δῆμον διαλεγήτω ὑπὲρ τῶν δεδογμένων
τῶι κοινῶι.  ᾑρέθη Καλλιμήδης Πολυάρχου.
Search Help
Contact Us