Decree of demos of Olymos concerning purchase of land of Thargelios Hybreou for temple [of Apollo and Artemis,] on marble stone; II2; found at Olymos: LW 331; Froehner, ILouvre no. 49.C; Judeich, MDAI(A) 14, 1889, 381-384; *IMylasa 801 (PH).  
[ ] IMyl 801
1 [πὶ στεφανη]φό[ρου Λιμναίου τοῦ Διονυσίου τοῦ] Με[νίππου, μηνὸς — ἔδοξεν τῶι δήμωι τῶι Ὀλυμέων, γνώ]-
μην ἀποφηναμένου Δημητρίου τοῦ Ἑρμίου τοῦ Ἀντιπάτρου καθ’ υἱοθεσίαν δὲ Α[ἰνέου Παρεμβωρδέως· ἐπειδὴ ὤνιαί εἰσι γέαι ἐν τῆι Ὀλυ]-
μίδι ἐν Κυβίμοις αἱ οὖσαι Θαργηλίου τοῦ Ὑβρέου αἱ σύμπασαι, συμφέρον δέ ἐστιν [πρίασθαι αὐτὰς Ἀπόλλωνι καὶ Ἀρτέμιδι θεοῖς τοῦ]
δήμου Ὀλυμέων ἀπὸ τοῦ ἀργυρίου τοῦ ὄντος ἱεροῦ τῶν προγεγραμμένων θεῶν, π[αρατεθειμένου παρὰ Σιβιλωι καὶ Εὐθυδήμωι καὶ Ἑκατό]-
5 μνωι· δεδόχθαι τῶι δήμωι· ἑλέσθαι ἐκ τοῦ δήμου ἄνδρας, τοὺς δὲ αἱρεθέντας κτ[ηματωνῆσαι τὰ ἔγγαια παρὰ Θαργηλίου τοῦ Ὑβρέου λαβόν]-
τας εἰς τὴν τιμὴν παρὰ μὲν Σιβιλω ἀργυρίου δραχμὰς τετρακισχιλίας, παρὰ δὲ Εὐθ[υδήμου δραχμὰς —χιλίας, παρὰ δὲ Ἑκατόμνω]
ὅσον ἂν ἐλλείπῃ εἰς τὴν τιμήν· τοὺς δὲ αὐτοὺς ἄνδρας πριαμένους τοῖς θεοῖς τὰ ἔγγαια μισθῶσαι αὐτὰ φόρου, ἐφ’ ὧι — ὁ μισθωσά]-
μενος ἕξι αὐτὰ αὐτὸς ἢ οἱ ἐξ αὐτοῦ ἢ οἷς ἂν ἡ κληρονομία τῶν ὑπαρχόντων καθήκῃ [— κα]-
τ’ οὐθένα τρόπον διαιρῶν οὔτε τὰ ἔγγαια οὔτε τὸν φόρον, καὶ τελέσει εἰς τὸν ἀεὶ χρόν[ον τὸν φόρον ἐν μηνὶ — ἄνεικον]
10 καὶ ἀνυπόλογον τοῖς ταμίαις τοῦ δήμου· ἐὰν δὲ δι’ ἐνεχυρασίας ἢ διὰ πλ̣ῆ̣θος Η[—] δέηται ὁ μισθωσάμενος ἀναβολὴν ποιεῖσθαι τοῦ φόρου]
τῶν ἐγγαίων, ἔσται τοῖς ἀεὶ καθισταμένοις ταμίαις ἐκ τῶν μεμισθωμένον ἐγγαί[ων ταῦτα ἐξαιρεῖν· ἀλλὰ μὴ ἐξέστω τῶι μισθωσαμένωι μὴ διευτα]-
κτήσαντι τὴν καταβολὴν τοῦ φόρου ἀποδιδόναι τὴν ἐχομένην, ἠὰν μὴ καὶ τὴν [πρώτην ἀποδῷ· ἐὰν δὲ καὶ ἐμβόλιμον μῆνα ἡ πόλις ἄγῃ,]
προσδιορθώσεται καὶ τοῦ ἐμβολίμου μηνὸς τὸ κατὰ λόγον· ἐὰν δὲ τὸν φόρον μὴ διορ[θώσηται καθότι γέγραπται, ὀφειλήσει τὸν ἡμιόλιον· ἐὰν δὲ δὶς]
ἐφεξῆν μὴ καταβάλῃ, ὀφιλήσι μὲν καὶ τὴν καταβο<λὴ>ν ταύτην ἡμιολίαν καὶ οὐχ ὑπάρξ[ει αὐτῶι ἡ μίσθωσις· πράξουσιν δὲ τὸν φόρον οἱ ἐν]
15 ἑκατέραι ταμιείαι, ἠὰν καὶ ὀφειληθῇ, κατὰ τὸν πωλητικὸν νόμον παρὰ τοῦ μισθωσαμέν[ου — ἐὰν δὲ μὴ διευ]-
τακτήσῃ τις, οὗ[τ]οι οἱ [τ]α[μί]αι ἀναμισθωσάτωσαν εἰς πατρικά, ὡσαύτως καὶ διεγγυ[ησάτωσαν τὸν μισθούμενον — καὶ ἀναγραψάτω-
σαν ὑπὸ τὴν μίσθ[ω]σιν καὶ τοῦδε τοῦ ψηφίσματος τὸ ἀντίγραφον· οἱ δὲ ἐνεστῶτες τα[μίαι ὑπογραψάτωσαν ἐν τῇ μισθώσει καὶ ἀναθέντων]
ἐν Κυβίμοις, ἐν ὧι ἂν ἐπιτείδει[ον] ἦν τόπωι τῶν ναῶν, τῆς τε ὠνῆς καὶ τῆς ἐμβάσεως κα[ὶ τῆς μισθώσεως τὸν χρηματισμόν· τὸ δὲ ἀνάλωμα δό]-
τωσαν ἐκ τῆς προσόδου· ᾑρέθησαν κτηματῶναι, οἱ δὲ αὐτοὶ καὶ μισθωταὶ Δημήτ[ριος Ἑρμίου τοῦ Ἀντιπάτρου καθ’ υἱοθεσίαν δὲ Αἰνέου,]
20 Ἀντίπατρος Ἑρμίου τοῦ Ἀντιπάτρου, Διονυσικλῆς Μενεκράτου κατὰ δὲ υἱοθεσίαἈρτεμιδώρου τοῦ Διονυσικλέους, Εἰρηναῖος Λέοντος,]
Διόδοτος Μέλανος τοῦ Πολίτου ἱερεὺς Διοσκόρων, Ἀριστέας Διονυσίου, Εὐθύδ[ημος Θεοξένου ἱερεὺς Διὸς Ἐλευθερίου, Ἑκατόμνως Οὐλι]-
άδου ἱερεὺς Διὸς Λαβραιύνδου, Εὔδημος Μενεδήμου, Σιβιλως Διοδώρου τοῦ Θρα[σέου ἱερεὺς Δικαιοσύνης, Ἡρακλείδης Ἀσκληπιάδου, —]
δρος Αἰνήτου, Ἀριστέας Ἰάσονος τοῦ Ἀντιλέο̣ντος, Μηνόφιλος Ἰάσονος
Search Help
Contact Us