Nysa 1
   Honorary decree for (Titus) Aeliu[s] Alkibiades by technetai of Dionysos from oikoumene; AD 138/161; found at Nysa, later at Nazilli: Clerc, BCH 9, 1885, 124-127, no. A; Dietl, Nysa 7 no. C; Kourouniotes, AD 7, 1921-1922, 84-85 (PH); BE 1924:355; SEG 4, 418; BE 1930:209; Robert, Et. épig. 45-53; BE 1939:356; Robert, Fs. Kontoleon 16-18 (non vidi); BE 1979:446; *IEphesos 22 (PH).  
[ ] IEph 22
1 [ε]ἰσηγησαμένου Ποπλίου Αἰλίου Πομπη[ϊανοῦ]
Παίονος Σιδήτου καὶ Ταρσέ[ως] καὶ Ῥοδίο[υ,]
[ποιη]τοῦ πλειστονείκου, μελοποιοῦ καὶ ῥαψ[ῳδοῦ]
[θε]οῦ Ἁδριανοῦ, θεολόγου ναῶν τῶν ἐν Π[εργάμῳ,]
5 [ἀγ]ωνοθέτου ἀποδεδειγμένου τῶν Σεβ[αστῶν]
Πυθίων, ἐπιψηφισαμένου Πο(πλίου) Αἰλίου [—]
[Κ]υζικηνοῦ, κιθαρῳδοῦ Καπετωλιονείκου
Ὀλυμπιονείκου παραδόξου· ἐπειδὴ Αἴλι[ος]
Ἀλκιβιάδης ἀνὴρ παιδείᾳ καὶ μεγαλοφροσ[ύνῃ]
10 [δ]ιαφέρων τοῖς τε ἄλλοις τῆς ἀ[ρ]ετῆς καλο[ῖς]
κεκοσμημένος ἐκ πολλοῦ δια[τελεῖ] καὶ ἐ[κ]
δώδεκα ἐτῶν καὶ [ἄρδ]ην πάντας εὖ ποιῶν το[ὺς]
μουσικοὺς καὶ πρὸς ἀξίωμα καὶ μεγαλοπρ[έ]-
πειαν τῇ συνόδῳ συνλαμβάνων καὶ περ[ὶ]
15 [π]ολλῶν αὐτοφιλοτειμημάτων εἰς ἡμᾶ[ς]
[καὶ τ]ὸ κοινόν, ἔτι καὶ βιβλίοις θαυμαστοῖ̣[ς]
[ἐπεκ][σ]μησεν τὸ ἱερὸν ἐπὶ Ῥώμης τέμενος
[τῶν] ἀπὸ τῆς οἰκουμένης τεχνειτῶν, καὶ δῶ[ρα]
μεγαλοπρεπῆ παρέχεται χωρίων ἱπποσ[τά]-
20 [σιον ἀ]πονείμας, ἀφ’ οὖ πρόσοδον αἰώνιον
δι[ηνε]κῆ [καρ]πωσόμεθα, νεμόμενοι τὰ[ς προ]-
[σ]όδους καθ’ ἑκάστην ἐτήσιον θεοῦ Ἁδρ[ιανοῦ]
[γ]ενέθλιον ἡμέραν, ἐφ’ οἷς ἀμε[ι]βόμενοι τ[ὴν χά]-
[ριν] οἱ ἐπὶ Ῥώμης τεχνεῖται καὶ ἄλλας μὲν [αὐ]-
25 τῷ τειμὰς προσηκούσας ἐψηφίσαντο [καὶ ἀρχ]-
[ι]ερέα τε αὐτὸν διὰ παντὸς τοῦ αἰῶνος ἀ[πέδει]-
[ξα]ν προτετειμῆσθαί τε ἠξίωσαν τῇ τά[ξει]
τῶν ἄλλων ἀρχιερέων πρῶτον ταῖς διπ[τύχοις]
[ἐ]νγραφόμεν[ο]ν, ἀνθ’ ὧν ἐπεκόσμησε μὲ[ν]
30 [τ]ὴν ἀθάνατον Ἁδριανοῦ μνήμην, ἐνδ[οξο]-
[τ]έραν δὲ τὴν σύνοδον ἀπέφηνεν ταῖς
αὐτοῦ δωρεαῖς πομπάς τε πέμπουσα[ν]
[με]γ̣αλοπρεπῶς καὶ πολυτελεῖς ἱερομηνία[ς]
[ἐ]πιτελοῦσαν, διὰ ταῦτα καὶ νῦν, τύχῃ ἀγαθ[ῇ,]
35 [δ]εδόχθαι τοῖς ἀπὸ τῆς οἰκουμένης περ[ὶ τὸν]
Διόνυσον καὶ αὐτοκράτορα Καίσαρα Τ(ίτον) [Αἴλιον]
Ἁδριανὸν Ἀντωνεῖνον Σεβαστὸν Εὐ[σεβῆ]
τεχνείταις ἱερονείκαις στεφανείτα[ις καὶ]
τοῖς τούτων συναγωνισταῖς τοῖς ἀπ[αν]-
40 [τῶ]σιν ἐπὶ τὸν ἐν τῇ μεγίστῃ καὶ πρώτῃ μη[τρο]-
πόλει τῆς Ἀσίας καὶ δὶς νεωκόρῳ τῶν Σεβα[σ]-
τῶν Ἐφεσίων πόλει τῶν μεγάλων Ἐφεσήων
[πε]νταετηρικὸν ἀγῶνα· καὶ αὐτοὺς ἐπὶ ταῖς ἡ[μῖν]
δεδογμέναις εἰς τὸν ἄνδρα τειμαῖς προσεπι-
45 νοῆσαι χάριν ἀμοιβῆς δικαίαν ψηφίσασθαί [τε εἰ]-
κόνας ἐπιχρύσους καὶ ἀνδριάντας ἀναστῆ[σαι]
ἔν τε τοῖς ἱεροῖς τῆς Ἀσίας τῶν αὐτοκρατόρ[ων]
ναοῖς ἔν τε τῇ φιλοσεβάστῳ Νύσῃ πατρίδι τ[οῦ Ἀλ]-
κιβιάδου στήλλην τε ἐν τῷ ἱερῷ τοῦ Ἀπόλλων[ος]
50 ἀναγράψαι τῶν ψηφισμάτων καὶ ἐν τοῖς λοιπ[οῖς]
[α]ὐτοῦ ἔργοις καὶ κατὰ πόλεις ἁπάσας, ἵνα ἀ[μφο]-
τέρων ὑπόμνημα χρηστὸν ᾖ, καὶ τῆς τοῦ [Ἀλκι]-
βιάδου μεγαλοφροσύνης καὶ τῆς τῶν εὖ πα[θόν]-
των χάριτος, τετειμῆσθαί τε αὐτὸν ἀναγορε[ύειν]
55 χρυσῷ στεφάνῳ ἐν ταῖς τοῦ διὰ πάντων ἀγῶ[νος]
ἱερουργίαις τε καὶ σπονδαῖς καὶ κατὰ πάντα σ[ύν]-
λογον ἀναγορεύεσθαί τε καὶ προτειμᾶσθαι, ἀντ[ίγρα]-
φά τε τῶν ψηφισμάτων καὶ παρ’ αὐτὸν ἐκπέμψαι κα[ὶ]
πρὸς τὴν λαμπροτάτην πατρίδα αὐτοῦ Νυσαέω[ν]
60 πόλιν διὰ πρεσβευτῶν Πο(πλίου) Αἰλίου Πομπηϊανο[ῦ]
Παίονος Σιδήτου καὶ Ταρσέως καὶ Ῥοδίου, ποι[η]-
τοῦ πλειστονείκου, μελοποιοῦ καὶ ῥαψῳδο[ῦ]
θεοῦ Ἁδριανοῦ, θεολόγου ναῶν τῶν ἐν Περγ[ά]-
μῳ καὶ ἀγωνοθέτου ἀποδεδειγμένου τῶν Σ[ε]-
65 βαστῶν Πυθίων, καὶ Ἀριστείδου τοῦ Ἀριστείδ[ου Περ]-
γαίου Περγαμηνοῦ ποιητοῦ παραδόξου, σ[τεῖ]-
λαί τε πρεσβείαν καὶ παρὰ τὸν μέγιστον α[ὐτο]-
κράτορα καὶ πρὸς τὴν ἐν Ῥώμῃ σύνοδον [χάριν]
ὁμολογοῦσαν ὑπὲρ τῶν πεπραγμένων [τῷ εὐ]-
70 εργέτῃ Ἀλκιβιάδῃ.
Search Help
Contact Us