Document concerning possession by Otorkondeis of land of Thraseas; II2/I1; found at Mylasa: Mous. II 1, 1875-1876, 50-51, no. 170.A (part); Cousin & Diehl, BCH 12, 1888, 25-31, no. 9 (center & right columns); SGDI 5755; BE 1970:557; *IMylasa 214.  
[ ] IMyl 214
1 [—] ε̣ἰ̣ς̣ τὰς γέας τὰς ἐν τῶι Ὀμβιανῶι πεδίωι ἐν Λε[υκῇ Κώμ]ῃ εἰς
τὰς ὀνομαζομένας ἐν Ὀρθονδουωκοις σὺν τοῖς ἐνοῦ[σιν] ἀμπέλων
ὄρχοις ἑξήκοντα δυσὶν καὶ δένδρεσιν ἐλαΐνοις τρισὶν κα[ὶ το]ῖς ἄλλοις
δένδρεσι πᾶσιν, εἰς ἃ καὶ πέπρακεν αὐτοῖς, ἐναντίον μαρτύ[ρω]ν τῶν ὁμό-
5 ρων Τετρηκοστῆς Μενίππου Καλβαλα μετὰ κυρίου τοῦ υἱοῦ [Με]νοίτου
τοῦ Λέοντος Οὐωκεω, Ἀριστέου τοῦ Εὐάνδρου, Διονυσίου τοῦ Ἰατ[ρο]κλείους
ἀφ’ ὧν ἔχει ἐν ὑποθέσει παρὰ Διοσκουρίδου τοῦ Διονυσίου το[ῦ Ἀ]ριστέου,
καὶ ἀπὸ τῆς γῆς τῆς Βολλι[—]εων τῆς ἐχούσης αὐτὴν ἐμ μισθ[ώ]σει Μελι-
τίνης τῆς Ἑκαταίου μετὰ κυρίου τοῦ ἀνδρὸς Μενάνδρου τοῦ Γλαύκου,
10 Πρωταγόρου τοῦ Θεοδώρου, καὶ εἰς ἄλλας γέας ἐν τῶι Ὀμβιανῶι πεδίωι
ἐν Λευκῇ Κώμῃ εἴς τε τὴν καλουμένην Ἀρμοκοδωκα καὶ εἰς τὴν ἐχομε-
νην ταύτης ἕως τε τῆς Τροβαλισσικῆς ὁδοῦ καὶ ὡς τὰ ὅρια πέ[π]ηγεν σὺν
τοῖς ἐνοῦσι δένδρεσιν ἐλαΐνοις πᾶσιν, εἰς ἣν καὶ αὐτὴν πέπ[ρ]ακεν αὐ-
τοῖς, ἐναντίον μαρτύρων τῶν ὁμόρων ἀπὸ τῶν φυλετικῶν γεῶ[ν] Διὸς Ὀ-
15 τωρκονδέων αὐτοῦ Θρασέου τοῦ Πολίτου τοῦ Μέλανος Γράβου κα[τ]ὰ̣ δὲ υἱ[ο]-
θεσίαν Ἡρακλείτου τοῦ Ἡρακλείδου, Δράκοντος τοῦ Πολίτου Γρ[άβ]ου κατὰ
δὲ υἱοθεσίαν Ἡρακλείτου τοῦ Ἡρακλείδου, καὶ ἀπὸ τῶν φυλετικῶ[ν γ]εῶν Διὸς
Ὀτωρκονδέων αὐτο[ῦ Θ]ρασέου τοῦ Πολίτου τοῦ Μέλα[νο]ς [Γράβο]υ.
Search Help
Contact Us