Decree of phyle of Otorkondeis concerning lease of land to
Thraseas; II2/I1; found at Mylasa: Kirchhoff, Hermes 15,
1880, 383-384; Nea Smyrne, 10 May 1880 (non vidi);
Hauvette-Besnault & Dubois, BCH 5, 1881, 107-119, no. 11.C;
Dareste & Haussoullier & Reinach, Rec. inscr. jur. gr. no.
13quater.C (non vidi); *IMylasa 208.
[ ]
IMyl 208
| 1 | [—]ΦΟΡΟ[— τ]οῦ μὲν πρώ[το]υ ἔτους μη̣ν[ῶν] δέκα φόρον, τῶ[ν] δὲ |
| [ἄλλων] καθότι προγέγ[ραπτ]αι· ἐὰν δὲ μὴ διορθώσηται Θρασέας τὸν φόρον καθότι γέγραπται, ἀποτείσει | |
| [τ]ὸν ἡμιόλιον· [ἐὰ]ν δὲ δὶς ἐφεξῆς μὴ ἀποδῶι, ἀποτείσει τόν τε φόρον τῶν δύο ἐτῶν ἡμιόλιον καὶ | |
| οὐχ ὑπάρξει αὐτῶι ἡ μίσθωσις, ἀλλὰ οἱ τότε ταμίαι τῆς φυλῆς ἀναμισθωσάτωσαν αὐτὰ μὴ ἐλάσσο- | |
| 5 | νος τοῦ προγεγραμμένου φόρου· οὐκ ἐξέστα<ι> δὲ τῶι μεμισθωμένωι τὴν πρώτην καταβολὴν ὀφείλον- |
| τι τὴν δευτέραν ἀποδιδόναι, ἀλλ’ ἀεὶ τὴν πρώτην διορθωσαμένωι τοῖς πρώτοις, οὕτως τὴν δευτέραν | |
| ἀποδιδόναι, εἰ δὲ μή, οὐχ ὑπάρξει αὐτῶι ἡ μίσθωσις· οὐ παραχωρήσει δὲ Θρασέας ἑτέρωι οὐθενὶ οὐδὲ | |
| ἄλλος ὁ ἔχων αὐτὰ καταμερίζων τὰς γέας οὐδὲ καταδιελεῖ τὸν φόρον, εἰ δὲ μή, οὐχ ὑπάρξει αὐτῶι | |
| ἡ μίσθωσις· οὐ παραχωρήσει δὲ οὐδὲ ὀφείλων φόρον· εἰ δὲ μή, οὐχ ὑπάρξει αὐτῶι ἡ μίσθωσις, ἀλλὰ οἱ ταμί- | |
| 10 | αι ἀναμισθωσάτωσαν πάντα· ἐὰν δὲ βούληται παραχωρεῖν, παραχωρείτω τὰ προγεγραμμένα κατὰ τὰ |
| αὐτά, ἄλλως δὲ μὴ ἐξέστω παραχωρεῖν· εἰ δὲ μή, ἄκυρος ἔστω ἡ παραχώρησις καὶ οἱ ταμίαι τῆς φυλῆς | |
| ἀναμισθωσάτωσαν αὐτά· ἡ δὲ πρᾶξις ἔσται τοῦ φόρου ἑκάστου ἔτους τοῖς γινομένοις τα<μ>ίαις τῆς | |
| φυλῆς πράσσουσι κατὰ τὸν πωλητικὸν νόμον παρὰ τοῦ ἔχοντος αὐτά· δεδόχθαι· ποιήσασθαι τοὺς | |
| ταμίας τὴν μίσθωσιν ἐπὶ τῶν δικαστῶν καὶ τοῦ νομοφύλακος κατὰ συγγραφήν· καὶ ὑπαρχέτω ὁ φό- | |
| 15 | ρος τῶι θεῶι ἐν προσόδωι· ὑπογραψάτωσαν δὲ ἐν τῶι τῆς μισθώσεως χρηματισμῶι τόδε τὸ ψήφισ- |
| μα· ἀναγραψάτωσαν δὲ ἐν τῶι ἱερῶι τοῦ Διὸς Ὀτωρκονδέων τόν τε τῆς ὠνῆς καὶ τῆς ἐμβάσεως | |
| καὶ τῆς μισθώσεως χρηματισμόν· τὸ δὲ ἐσόμενον εἰς ταῦτα ἀνάλωμα δοθήτω ἐκ τῶν κοινῶν | |
| προσόδων. |