Honorary decree [of boule and demos] of (no name) for dikastes [Theodoros Theodorou] of Mylasa, on orthostat; IIe/Ib; found at Mylasa: Laumonier, BCH 58, 1934, 307-318, no. 5.A (left column); BE 1936:384; Vidman, Sylloge no. 276; *IMylasa 632.  
[ ] IMyl 632
1 [ἐπὶ στεφανηφόρου? —]ς ἱερέως Ἀπόλλ]-
[νος· ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη στρ]ατηγῶν· ἐπειδὴ ὁ δῆ-
[μος — ἀποστ]αλῆναι καὶ τὰς δοθείσας
[— πρότερο]ν παρ’ ἡμεῖν ἐπὶ Πύλω-
5 [νος, καὶ νῦν — ἀποστεῖλαι ψή]φισμα καὶ ἑλέσθαι πρεσ-
[βευτὴν πρὸς Μυλασέας — κεχειροτο]νηκότος τε τοῦ δήμου
[πρεσβευτὴν — ὃς μεταπέ]μψεται δικαστὴν καὶ
[γραμματέα παρὰ Μυλασέων —]τ̣η̣ν̣, ὁ δῆμος ὁ Μυ-
[λασέων, συγγενὴς ὢν καὶ φίλος τῶι ἡμετέρωι δήμωι,] ἀπέστειλεν δικαστὴν
10 [ἄνδρα καλὸν Θεόδωρον Θεοδώρου κατὰ δὲ υἱοθεσίαν Ἰσι]οδώρου, ἱερέα Ἴσιδος,
[ὃς καὶ παραγενόμενος εἰς ἡμᾶς, τὰς μὲν εἰς αὐτὸν δ]οθείσας δίκας καλῶς
[καὶ δικαίως κατὰ τοὺς νόμους διέκρινεν, τὰς δὲ κ]αὶ συνέλυσεν, τὴν πᾶ-
[σαν πρὸς ἡμᾶς προθυμίαν ἀποδειξάμενος καὶ δικ]αιοσύνην καθότι προσ-
[ήκει ἀνδρὶ καλῶι καὶ ἀγαθῶι καὶ δικαίωι παρὰ δήμο]υ συγγενοῦς καὶ φίλου,
15 [— ὑπὸ τῆς πόλεως ἢ καὶ ὑ]πὸ τῶν ἰδίων πολιτῶν,
[καὶ ὁ γραμματεὺς δὲ ὁ συναποσταλεὶς αὐτῶι Διονύσι]ος Μέλανος παρείσχη-
[ται πᾶσαν τὴν καθ’ ἑαυτὸν χρείαν καλῶς καὶ φιλο]πόνως καὶ μετὰ πάσης
[σπουδῆς· ἀγαθῆι τύχηι δεδόχθαι τῶι δήμωι· ἐπαινέσαι] μὲν τὸν δῆμον τὸν Μυ-
[λασέων ἀρετῆς ἕνεκεν καὶ στεφανῶσαι αὐτὸν το]ῖς πρώτοις Παναθηναί-
20 [οις χρυσῶι στεφάνωι, ἀναγγέλλοντος τοῦ κήρυκος ὅτι ὁ] δῆμος στεφανοῖ τὸν
[δῆμον τὸν Μυλασέων ἐπὶ τῶι ἀποστεῖλαι δικασ]τὴν καὶ γραμματέα ἄν-
[δρας καλοὺς καὶ ἀγαθούς· ἐπαινέσαι δὲ καὶ τ]ὸν δικαστὴν καὶ στεφα-
[νῶσαι αὐτὸν τοῖς πρώτοις Παναθηναίοις χρυσῶι] στεφάνωι, ἀναγγέλλον-
[τος τοῦ κήρυκος ὅτι ὁ δῆμος στεφανοῖ δικαστὴν ἐ]γ Μυλάσων Θεόδωρον
25 [Θεοδώρου κατὰ δὲ υἱοθεσίαν Ἰσιοδώρου, ἱερέα Ἴσ]ιδος, καλῶς καὶ δικαίως
[τὰς δίκας δικάσαντα· ἐπαινέσαι δὲ καὶ τὸν γρα]μματέα Διονύσιον Μέ-
[λανος, καὶ στεφανῶσαι αὐτὸν τὴν παρεπιδημί]αν καλῶς καὶ
φιλοπόνως
[ποιησάμενον· τῆς δὲ ἀναγγελίας τῶν στεφά]νων ἐπιμεληθῆναι τὸν ἀ-
[γωνοθέτην τῶν Παναθηναίων τὸν πρῶτον μ]ετὰ Μένανδρον Πύλω-
30 [νος· ἀποδεῖξαι δὲ καὶ πρεσβευτὴν ὃς παραγενόμ]ενος εἰς Μύλασα τὸ ψή-
[φισμα ἀποδώσει καὶ παρακαλέσει τὸν δῆμον τὸν Μυλασέων —]
Search Help
Contact Us