Honorary decree (?) for paidonomos Chrysippos, on marble block; no date; found at İncirlikuyu: *IMylasa 909 (PH).  
[ ] IMyl 909
1 [—]ομενος.  ἐπὶ στεφανηφόρου θεοῦ τρίτ[ου]
[τ]οῦ μετὰ Ἀρίστωνα· τὴν πλείστην σπουδὴν κα[ὶ πρό]-
[ν]οιαν ἐποιήσατο τῆς τῶν παίδων ἐπιμελείας [δια]-
[φ]υ̣λάξας ἐν τῆι ἀναστροφῆι τὸ ἐπιβάλλον καὶ πρέπ̣[ον]
5 [τ]ῆ̣ι ἀρχῆι ὥστε τοὺς παῖδας προθυμοτέρους γεγ[ο]-
[νέ]ναι καὶ πρὸς τὰ μαθήματα καὶ πρὸς τὸ τῆς εὐταξία[ς]
[ἆθ]λον καὶ πρὸς τὴν ἐν ταῖς γυμνασίαις ἄσκησιν· ἐξ ὧν̣
[π]άντων προκοπὴ καὶ μείζον περὶ τοὺ<ς> παῖδας γίνε-
[ται] ἐπὶ τῶι τῆς πατρίδος συμφέροντι· ὅθεν καὶ θυσία[ς]
10 [συν]ε̣τέλεσεν καὶ πλείονας τοῖς θεοῖς ὑπὲρ τῆς τῶν
[παί]δων ὑγιείας τε καὶ σωτηρίας· ἐπετέλεσεν δὲ αὐ-
[τοῖ]ς τε τοῖς παισὶν καὶ τοῖς παιδευταῖς αὐτῶν πλεο-
[νάκ]ις κ̣αὶ γλυκεισμοὺς καὶ ἄριστα φιλανθρώπως βουλό-
[με]νος προσφέρεσθαι· ἐπετέλεσεν δὲ α̣ὐτοῖς κρεαδ̣[ο]-
15 [σί]α̣ν· ἔθηκεν δὲ τοῖς παισὶν πλεονάκις κ[αὶ ἆ]θλα τὰ καθ[ή]-
[κον]τα τοῖς ἀγῶσιν τοῖς τε ἐν παλαίστρᾳ τετελεσμέ-
[νοι]ς διαδρομῆς καὶ πάλης καὶ πυγμῆς καὶ πακκρατίου·
[ὁμοί]ω̣ς δὲ ἔθηκεν ἆθλα καὶ τῆς ἐν γράμμασιν ἁμ[ί]λ̣λη[ς]
[καὶ ἀ]ν̣αγνώσεώς τε καὶ καλ̣λιγραφίας καὶ φιλομαθίας·
20 [ὧν κα]ὶ περὶ πάντων τὰ κατὰ μέρος δηλοῦται διὰ τῶν προ[γε]-
[γρα]μμένων ἐγγράφως· θεωρῶν τε τὸν δῆμον καὶ π[ερὶ]
[τῶ]ν κατασκευα̣σμάτων τὴ<ν> καθήκουσαν πρόνοιαν [πεποι]-
[ημ]ένον, ὑφεσταμένον δὲ καὶ τὸ γυμνάσιον [—]ΑΛ[—]
[παρ]ασκευάζειν ἐπαγγελίαν πεποί[ηται — διὰ]
25 [μη]ν̣ῶν πέντε ἐν τῶι διὰ τοῦ ψηφίσμα[τος —]
[—] τόπωι· ἔν τε τῶι καθ’ ἕ[τος ἐνι]αυτῶ[ι —]
[σπε]ύδοντος καταστῆσαι̣ [—]ΟΙ[—]Μ̣ΟΝΚΑ̣Ι̣[—]
[—]ΝΟΥΤΙΝΑΣ μηθενὸς δὲ ὑπομένοντο[ς —]Α[—]
[—]Α παιδονομ[— τ]ῶν γινομένω[ν —]
30 [ὁ δὲ] δ̣ῆμος πεῖραν [ε]ἰληφὼς καὶ ΕΝΤΟ[—]
[τῆς κ]αταστολῆς τε καὶ πρόνο̣ι̣[α]ν̣ [—]
[—]․ΤΟΥ καθηγεῖσθαί τε καὶ πρόνο̣ι̣[α]ν̣ [—]
[κατ]αξίας τε καὶ τῆς ἐν τοῖς μαθήμασιν προ[κοπῆς —]
[—]σατο αὐτὸν καὶ παρεκάλεσεν ΕΠΙΔΗ[— ἐπι]-
35 [μέλ]ε̣ιαν τῶν παίδων· ὃς καὶ βουλ[όμενος χαρίζεσθαι]
[τῶι δ]ήμωι ἀνεδέξατο τὴν ὑπὲρ α[ὐτῶν ἐπιμέλειαν —]
[—] ὥστε διὰ τὴν καλοκἀγαθίαν αὐτ[οῦ —]
[—]ΟΝ εἶναι καὶ τὴν ἐκ τῶν παίδων ΕΙΣ[—]
[— ε]ἰληφότων ἐκ τῆς πρότερο[ν] ὑπ’ αὐτοῦ Π[—]
40 [—]ε̣ως ἥτις εἶχεν τὸ πρέπον καὶ ἐπιβάλλο̣[ν —]
[—] α̣ὐστηρῶς ΕΙ[—]ΙΣ δὲ εὐκράτως καὶ ΕΠ̣Ι̣[—]
[—]ΟΥ· ἀναδεξάμενός τε πάλιν τὴν τῶν παίδων ἐ[πιμέλειαν]
[καὶ ἀντ]ιστοιχεῖν βουλόμενος τοῖς εἰς αὐτο[ὺς —]ΑΘΗ[—]
[γενομέν]οις φιλανθρώποις πάλιν θυσίαν τε τοῖς [θε]οῖς συ[ν]-
45 [τετέλ]εκεν ὑπὲρ τῆς τῶν παίδων ὑγιε̣ί̣ας τε̣ [καὶ] σ[ωτηρία]ς·
[ἐπιτετ]έλεκεν δὲ αὐτοῖς τε καὶ τοῖς παιδ[ευταῖς αὐτῶν]
[γλυκε]ισμο[ὺ]ς καὶ ἄρ[ισ]τον καὶ κρεαδοσίαν [—]
[—]ΙΟΝ τοῖς παισὶν ε[ἰς τ]ὸ ἐλαιοχρεί<σ>τιο[ν· μηδὲν]
[παρέλ]ιπεν δὲ εἰς τὴν παροχὴν ὥστε ΕΠΙΤΡ[—]
50 [—] τὸ ἄλειμμα· ἐπεγένετο δὲ καὶ σπά[νις? —]ΑΤΟ[—]
[ὥστε?] ἐπωλεῖτο τὸ μέτρον δραχμῶν πέν̣[τε ἀ]ργ[υρ]ίου· [τὴν]
[πρόνοι]αν τοῦ ἐλαίου ποιεῖται ὥστε [καὶ] ἀπεπληρ[ώθη]
[εἰς τ]ὸν ἐλείποντα χρόνον τῆι Χρυσίππου φιλα[γαθίαι]
[— προ]τρεπόμενός τε τοὺς παῖδας πρὸς εὐταξ[ίαν —]
55 [— ἀρε]τῆι? διαφέροντας βουλόμενος ἔχειν [—]
[—]Ι τῶι γυμνασίωι [—]
Search Help
Contact Us