Decree of phyle of Hyarbesytai concerning offerings to Zeus
of Hyarbesytai, with penalty for violating decree; IIe; found
at Mylasa: Judeich, MDAI(A) 15, 1890, 267-272, no. 20; BE
1891:334; Michel 725; BE 1944:169; Sokolowski, LSAM no. 62; SEG
15, 648; *IMylasa 301.
[ ]
IMyl 301
1 | [ἐπὶ στεφανηφ]ό[ρ]ου Ἀντι[πάτρου] τοῦ Ἀπ[ολλω]- |
[νίου,] μηνὸς Ξανδικοῦ ὀκτωκαιδεκάτηι, ταῖς [ἀρχ]- | |
[αιρε]σ̣ίαις· ἔδοξεν τῇ Ὑαρβεσυτῶν φυλῇ· γνώμην [ἀ]- | |
[ποφ]η̣ναμένου Θεομηνήστου τοῦ Λέοντος κατὰ δὲ | |
5 | [υἱοθ]εσίαν Διοκλείους τοῦ Πολυκλείτου ἱερέως Διὸς |
[Στ]ρατείου καὶ Ἥρας, Ἀγανίτου, ἄρχοντος· ὅπως μηθὲν | |
[τ]ῶν συμφερόντων παραλείπηται, δεδόχθαι· ὅσοι ἂν | |
[τ]ῶν φυλετῶν τιμηθῶσιν ὑπὸ τῆς φυλῆς μετὰ στε̣φα- | |
ν̣ηφόρον Ἀντίπατρον ἀνατιθέναι ἕκαστον τῶι Διῒ τῶι | |
10 | [Ὑ]αρβεσυτῶν ποτήριον ἀργυροῦν ἢ φιάλην [ἀπὸ δ]ραχμῶν |
[Ἀ]λεξανδρείων ἑκατόν, ἐπιγραφὴν πο[ιησαμέ]ν[ου] τοῦ κα- | |
τ̣ασκευαζομένου τοῦ τε ὀνόματος τοῦ τετ̣[ιμ]η̣μένου καὶ ὅτι | |
[τ]ιμηθεὶς ἀνέθηκεν Διῒ Ὑαρβεσυτῶν κ̣α[ὶ] τῆς ὁλκῆς, τὴν δὲ | |
ἀνάθεσιν ποιείσθω ἕκαστος μετὰ τὸ τιμ[ηθ]ῆ̣ναι ἐμ μησὶν | |
15 | ἕξ· ἐὰν δὲ ἀφ’ ἑτέρας φυλῆς ὑπάρχων τις τιμηθῇ, [ἀν]ατιθέ- |
τ̣ω ἐν τῶι αὐτῶι χρόνωι ποτήρια τρία ἢ φι̣έλας τρεῖς [ἀπ]ὸ δρα- | |
χμῶν Ἀλεξανδρείων τριακοσίων καὶ ὁμοίως τ[ὴν αὐ]τὴν ἐπι- | |
γραφὴν ποιείσθω ἐφ’ ἑκάστου καὶ παραδιδότω [αὐτὰ τοῖς] ταμί- | |
[α]ις ἢ οἰκονόμοις τῆς φυλῆς κατὰ χρηματισμὸν [τὸν] τ[ῶ]ν δικασ- | |
20 | [τῶ]ν καὶ τοῦ νομοφύλακος· καὶ μηθενὶ ἐξέστω κατα[λ]ῦσαι τόδε |
[τὸ ψήφι]σμα, εἰ δὲ μή, [ὁ κ]α[τα]λ̣ύσας ἀποτεισάτω δίκ[ῃ νικη]θ̣<ε>[ὶς ἱερὰς] | |
[τοῦ Διὸς τοῦ] Ὑαρ<β>εσυτῶν δραχμὰς τρισχιλίας, οἱ δὲ τα[μίαι πρα]- | |
[ξάτωσαν αὐτὰς παρ’ αὐ]τοῦ [—] |